Ancient Greek · ~3 min
Volume 95
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, De unione (fragmentum) [Dub.] 95.232
Not analysed yet
Περὶ ἑνώσεως, τοῦ Δαμασκηνοῦ. Ἕνωσίς ἐστι διεστώτων πραγμάτων κοινωνικὴ συνδρομή. Γίνεται δὲ κατὰ ιβʹ τρόπους· κατὰ κρᾶσιν κατὰ σωρείαν, κατὰ φύσιν, κατὰ ἀνάμιξιν, κατὰ σύγχυσιν, κατὰ ἁρμονίαν, κατὰ παράθεσιν, κατὰ συναλοιφὴν, κατὰ οὐσίαν, κατὰ σχέσιν, κατὰ σύνθεσιν, καθ' ὑπόστασιν μόνως. Καὶ ἔστι κατὰ κρᾶσιν, ὡς ἐπὶ τῶν ὑγρῶν· οἴνου καὶ ὑδάτων. Κατὰ σωρείαν, ὡς ἐπὶ ξηρῶν· σίτου καὶ κριθῆς. Κατὰ φύρσιν, ὡς ἐπὶ ξηροῦ καὶ ὑγροῦ· γῆς καὶ ὕδατος. Κατὰ ἀνάμιξιν, ὡς ἐπὶ διαφόρων ἀλεύρων. Κατὰ σύγχυσιν, ὡς ἐπὶ τηκτῶν· χρυσοῦ καὶ ἀργύρου, κηροῦ καὶ πίσσης. Κατὰ ἁρμονίαν, ὡς ἐπὶ λίθων. Κατὰ παράθεσιν, ὡς ἐπὶ σανίδων. Κατὰ συναλοιφὴν, ὡς ἐπὶ λαμπάδος ἐκ πυρὸς προερχομένης καὶ αὖθις ἑνουμένης. Κατὰ οὐσίαν, ὡς ἐπὶ ἀτόμων, Πέτρου καὶ Παύλου, ἤ τινων ἵππων, ἢ βοῶν, ἢ ἑτέρων ζώων.