Ancient Greek · ~2 min
Volume 95
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, De unione (fragmentum) [Dub.] 95.233
Not analysed yet
Κατὰ σχέσιν, ὡς ἐπὶ φίλων καὶ γνωμῶν εἰς ἓν θέλημα συνερχομένων. Κατὰ σύνθεσιν, ὡς ἐπὶ ψυχῆς καὶ σώματος. Καθ' ὑπόστασιν δὲ ἐπὶ μόνης λέγεται τῆς ἐν Χριστῷ θεότητος καὶ ἀνθρωπότητος. Ἓν γὰρ πρόσωπον ἔσχον αἱ δύο φύσεις, καὶ οὐ δύο, κατὰ τὸν λῆρον Νεστόριον. Λέγεται δὲ καὶ οὐσιώδης ἡ τοιαύτη ἕνωσις, καὶ ἀληθὴς, καὶ οὐ κατὰ φαντασίαν. Καὶ ἄλλως δὲ, καθ' ὑπόστασιν ἕνωσίς ἐστιν ἡ τῶν ἑτεροουσίων εἰς μίαν ὑπόστασιν σύνοδος, σωζομένης ἑκάστῳ μετὰ τὴν ἕνωσιν τῆς φυσικῆς ἰδιότητος.