Ancient Greek · ~5 min
Chapter 11
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 11.96
Not analysed yet
Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι. ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ὁ δέ, πόρρωθεν ἰδὼν αὐτόν, ἐσπλαγχνίσθη, καὶ προσδραμὼν ἐνηγκαλίσατο καὶ συμπαθῶς κατεφίλησε· καὶ τῆς προτέρας ἀξιώσας τιμῆς ἑορτὴν χαρμόσυνον ἐπὶ τῇ αὐτοῦ ἀνευρέσει ἐποιήσατο, θύσας τὸν μόσχον τὸν σιτευτόν. ἰδοὺ ταύτην τὴν παραβολὴν περὶ τῶν ἐξ ἁμαρτιῶν ὑποστρεφόντων καὶ ἐν μετανοίᾳ προσπιπτόντων ἡμῖν ἐξηγήσατο. ἀλλὰ καὶ ποιμένα τινὰ ἀγαθὸν αὖθις δηλοῖ ἑκατὸν ἐσχηκότα πρόβατα καί, τοῦ ἑνὸς ἀπολωλότος, καταλιπόντα τὰ ἐνενηκονταεννέα, εἰς ἐπιζήτησιν τοῦ ἀλωμένου ἐξελθεῖν, ἕως εὑρὼν αὐτό, καὶ τοῖς ὤμοις ἀναλαβών, τοῖς ἀπλανέσι συγκατέμιξε, συγκαλέσας τοὺς φίλους καὶ τοὺς γείτονας εἰς εὐωχίαν ἐν τῇ τούτου εὑρέσει. Οὕτω, φησὶν ὁ Σωτήρ, χαρὰ ἔσται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενηκονταεννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας. Ἀμέλει καὶ ὁ κορυφαῖος τῶν μαθητῶν Πέτρος, ἡ τῆς πίστεως πέτρα, κατ’ αὐτὸν τὸν καιρὸν τοῦ σωτηρίου πάθους, πρὸς μικρὸν ἐγκαταλειφθεὶς οἰκονομικῇ τινι ἐγκαταλείψει, ὡς ἂν γνῷ τῆς ἀνθρωπίνης ἀσθενείας τὸ εὐτελὲς καὶ ταλαίπωρον, ἀρνήσεως περιπέπτωκεν ἐγκλήματι· εἶτ̓ εὐθὺς μνησθεὶς τῶν τοῦ Κυρίου ῥημάτων,