Ancient Greek · ~4 min
Chapter 11
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 11.97
Not analysed yet
ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς· καὶ τοῖς θερμοῖς ἐκείνοις δάκρυσι τὴν ἧτταν ἀνακαλεσάμενος ἑτεραλκέα τὴν νίκην εἰργάσατο. ἐμπειροπόλεμος γὰρ ὤν, εἰ καὶ πέπτωκεν, οὐκ ἐξελύθη, οὐδ’ ἀπέγνω ἑαυτόν· ἀλλ’ ἀναπηδήσας προσήγαγε πικρότατα δάκρυα ἀπὸ καρδίας θλιβομένης· καὶ παραυτίκα ὁ πολέμιος θεασάμενος αὐτά, ὥσπερ ὑπὸ φλογὸς σφοδροτάτης τὰς ὄψεις φλεγόμενος, ἀπεπήδησε φεύγων μακρὰν καὶ δεινῶς ὀλολύζων. ὁ δὲ κορυφαῖος κορυφαῖος ἦν αὖθις, ὥσπερ διδάσκαλος τῆς οἰκουμένης χειροτονηθείς, οὕτω δὴ καὶ μετανοίας ὑπογραμμὸς γενόμενος. μετὰ δὲ τὴν θείαν ἀνέγερσιν τρίτον προσειπὼν ὁ Χριστός, Πέτρε, φιλεῖς με; τὸ τρισσὸν τῆς ἀρνήσεως διωρθώσατο, τοῦ ἀποστόλου ἀποκρινομένου· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Ἐκ πάντων οὖν τουτων καὶ ἄλλων πολλῶν καὶ ἀριθμοῦ ὑπερκειμένων παραδειγμάτων μανθάνομεν τὴν δύναμιν τῶν δακρύων καὶ τῆς μετανοίας· μόνον ὁ τρόπος ταύτης ἀξιόλογος, γενέσθω ἐκ διαθέσεως βδελυσσομένης τὴν ἁμαρτίαν, μισούσης τε ταύτην καὶ καταγινωσκούσης, δάκρυσι δὲ κεχρημένης, καθώς φησιν ὁ προφήτης Δαυίδ·