Ancient Greek
Chapter 12
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 12.110
Not analysed yet
οὓς δ’ αὖ πάλιν ὑψοῖ, τῇ ἐσχάτῃ θᾶττον ταπεινοῖ ταλαιπωρίᾳ, ὑποποδίους αὐτοὺς τιθεὶς καὶ ἐπίχαρμα πάντων τῶν ἐχθρῶν αὐτῶν. τοιαῦται οὖν αἱ χάριτες αὐτοῦ· τοιαῦτα τὰ δωρήματα αὐτοῦ. ἐχθρὸς γάρ ἐστι τῶν φίλων αὐτοῦ, καὶ ἐπίβουλος πάντων τῶν ποιούντων αὐτοῦ τὰ θελήματα, καὶ καταράσσων δειῶς τοὺς ἐπερειδομένους ἐπ’ αὐτόν, καὶ ἐκνευρίζων τοὺς ἐπ’ αὐτῷ πεποιθότας. συνθήκας τίθησι μετὰ τῶν ἀφρόνων καὶ ἐπαγγελείας ψευδεῖς, ἵνα μόνον αὐτοὺς ἐπισπάσηται· ἐκείνων δὲ ἀγνωμονησάντων, ἀγνώμων αὐτὸς καὶ ψευδὴς διαδείκνυται, μηδὲν ὧν συνέθετο ἀποπληρῶν. σήμερον γὰρ βρώμασιν ἡδέσι τὸν φάρυγγα αὐτῶν καταλεάνας, κατάβρωμα τοῖς ἐχθροῖς ὅλους αὐτοὺς αὔριον τίθησι. σήμερον βασιλέα τινὰ δείκνυσι, καὶ αὔριον δουλείᾳ τινὶ πονηρᾷ παραδίδωσι· σήμερον μυρίοις εὐθηνούμενον ἀγαθοῖς,