Ancient Greek · ~3 min
Chapter 12
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 12.111
Not analysed yet
αὔριον προσαίτην καὶ οἰκοτρίβων οἰκότριβα. σήμερον στέφανον δόξης αὐτοῦ τῇ κορυφῇ ἐπιτίθησιν· αὔριον τὸ πρόσωπον τῇ γῇ καταράσσει. σήμερον κοσμεῖ τὸν τράχηλον αὐτοῦ λαμπραῖς ἀξιωμάτων τιμαῖς· αὔριον ταπεινοῖ σιδηροῖς κλοιοῖς δεσμούμενον. ποθητὸν πρὸς μικρὸν τοῖς πᾶσι τοῦτον ἐργάζεται, μισητὸν δὲ μετ’ ὀλίγον ἰσχυρῶς καὶ ἐβδελυγμένον. δήμερον εὐφραίνει, καὶ αὔριον θρήνοις αὐτὸν καὶ κοπετοῖς κατατήκει. ὁποῖον δὲ τούτων καὶ τὸ τέλος ἐπιτίθησιν ἄκουσον· οἰκήτορας γεέννης τοὺς ἠγαπηκότας αὐτὸν ἐλεεινῶς ἀπεργάζεται. τοιαύτην ἔχει γνώμην ἀεί, τοιαύτην πρόθεσιν ἀτεχνῶς. οὔτε τοὺς παρελθόντας θρηνεῖ, οὔτε τοὺς καταλειφθέντας οἰκτείρει. ἐκείνους γὰρ δεινῶς ἀπατήσας καὶ τοῖς ἄρκυσιν αὐτοῦ κατακλείσας, πρὸς τούτους αὖθις τὰ τῆς ἐπιστήμης μετενεγκεῖν πειρᾶται, μὴ θέλων τινὰ τῶν χαλεπῶν αὐτοῦ ἐκφυγεῖν παγίδων. Τοὺς μὲν οὖν τοιούτῳ δουλεύοντας ἀπηνεῖ καὶ πονηρῷ δεσπότῃ τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου φρενοβλαβῶς ἑαυτοὺς μακρύναντας, εἰς τὰ παρόντα δὲ κεχηνότας πράγματα καὶ τούτοις προστετηκότας, μηδόλως τῶν μελλόντων λαμβάνοντας ἔννοιαν,