Ancient Greek · ~4 min
Chapter 13
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 13.116
Not analysed yet
ὃν οὐδέποτε ἐθεράπευσεν, οὐδὲ κοινωνὸν τῆς ἑαυτοῦ εὐφροσύνης προσεκαλέσατο· καί φησι πρὸς αὐτὸν κατῃσχυμμένῳ τε καὶ κατηφιῶντι τῷ προσώπῳ· Οὐκ ἔχω στόμα διᾶραι πρὸς σέ, γινώσκων ἀκριβῶς ὅτι οὐ μέμνησαί μου πώποτε εὐεργετήσαντός σε, ἢ προσφιλῶς διατεθέντος σοι. ἀλλ’ ἐπεὶ συμφορά με κατέλαβε χαλεπωτάτη, οὐδαμόθεν δὲ τῶν λοιπῶν μου φίλων εὗρον σωτηρίας ἐλπίδα, παρεγενόμην πρὸς σέ, δυσωπῶν, εἰ ἔστι σοι ἰσχύς, μικράν τινα βοήθειαν παρασχεῖν μὴ οὖν ἀπαγορεύσῃς, μηνίσας μου τῆς ἀγνωμοσύνης. ὁ δέ φησιν ἱλαρῷ καὶ χαρίεντι προσώπῳ· Ναὶ δὴ φίλον ἐμὸν γνησιώτατον ὁμολογῶ σε ὑπάρχειν· και, τῆς μικρᾶς ἐκείνης μεμνημένος σου εὐποιίας, σὺν τόκῳ σήμερον ἀποδώσω σοι. μὴ φοβοῦ τοίνυν, μηδὲ δέδιθι· ἐγώ σου γὰρ προπορεύσομαι, ἐγὼ δυσωπήσω ὑπὲρ σοῦ τὸν βασιλέα, καὶ οὐ μὴ παραδῶ σε εἰς χεῖρας ἐχθρῶν σου. θάρσει οὖν, προσφιλέστατε, καὶ μὴ λυποῦ. τότε κατανυγεὶς ἐκεῖνος ἔλεγε μετὰ δακρύων· Οἴμοι τί πρῶτον θρηνήσω, καὶ τί κλαύσομαι πρῶτον; τῆς ματαίας μου καταγνώσομαι προσπαθείας εἰς τοὺς ἀμνήμονας καὶ ἀχαρίστους καὶ ψευδεῖς φίλους ἐκείνους; ἢ τὴν φρενοβλαβῆ ταλανίσω ἀγνωμοσύνην,