Ancient Greek · ~5 min
Chapter 13
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 13.117
Not analysed yet
ἥνπερ τῷ ἀληθεῖ τούτῳ καὶ γνησίῳ ἐνεδειξάμην φίλῳ; Ὁ δὲ Ἰωάσαφ, καὶ τοῦτον μετὰ θαύματος δεξάμενος τὸν λόγον, τὴν σαφήνειαν ἐζήτει. καί φησιν ὁ Βαρλαάμ· Ὁ πρῶτος φίλος ἂν εἴη ἡ τοῦ πλούτου περιουσία καὶ ὁ τῆς φιλοχρηματίας ἔρως, ἐφ’ ᾧ μυρίοις ὁ ἄνθρωπος περιπίπτει κινδύνοις, καὶ πολλὰς ὑπομένει ταλαιπωρίας· ἐλθούσης δὲ τῆς τελευταίας τοῦ θανάτου προθεσμίας οὐδὲν ἐκ πάντων ἐκείνων, εἰ μὴ τὰ πρὸς κηδείαν ἀνόνητα ῥάκια, λαμβάνει. δεύτερος δὲ φίλος κέκληται γυνή τε καὶ τέκνα καὶ οἱ λοιποὶ συγγενεῖς τε καὶ οἰκεῖοι, ὧν τῇ προσπαθείᾳ κεκολλημένοι δυσαποσπάστως ἔχομεν, αὐτῆς τῆς ψυχῆς καὶ τοῦ σώματος ἕνεκεν τῆς αὐτῶν ὑπερορῶντες ἀγάπης· οὐδεμιᾶς δέ τις ἐξ αὐτῶν ἀπώνατο ὠφελείας τῇ ὥρᾳ τοῦ θανάτου· ἀλλ’ ἢ μόνον μέχρι τοῦ μνήματος συνοδεύουσιν αὐτῷ παρεπόμενοι, εἶτ̓, εὐθὺς ἐπαναστραφέντες, τῶν ἰδίων ἔχονται μεριμνῶν καὶ περιστάσεων, οὐκ ἔλαττον λήθῃ τὴν μνήμην, ἢ τὸ σῶμα τοῦ ποτε προσφιλοῦς καλύψαντες τάφῳ. ὁ δ’ αὖ τρίτος φίλος ὁ παρεωραμένος καὶ φορτικός, ὁ μὴ προσιτός, ἀλλὰ φευκτὸς καὶ οἷον ἀποτρόπαιος, ὁ τῶν ἀρίστων ἔργων χορὸς καθέστηκεν, οἷον πίστις, ἐλπίς, ἀγάπη, ἐλεημοσύνη, φιλανθρωπία, καὶ ὁ λοιπὸς τῶν ἀρετῶν ὅμιλος, ὁ δυνάμενος προπορεύεσθαι ἡμῶν ἐξερχομένων τοῦ σώματος, ὑπὲρ ἡμῶν τε δυσωπῆσαι τὸν Κύριον, καὶ τῶν ἐχθρῶν ἡμᾶς λυτρούμενος καὶ δεινῶν φορολόγων, τῶν λογοθέσιον ἡμῖν πικρὸν ἐν τῷ ἀέρι κινούντων, καὶ χειρώσασθαι πικρῶς ζητούντων. οὗτός ἐστιν ὁ εὐγνώμων φίλος καὶ ἀγαθός,