Ancient Greek · ~5 min
Chapter 14
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 14.118
Not analysed yet
Αὖθις οὖν ὁ Ἰωάσαφ, Εὖ σοι γένοιτο παρὰ Κυρίου τοῦ Θεοῦ, ὦ σοφώτατε τῶν ἀνθρώπων. εὔφρανας γάρ μου τὴν ψυχὴν τοῖς καταλλήλοις σου καὶ ἀρίστοις ῥήμασι. τοιγαροῦν ἀνατύπωσόν μοι καὶ ἔτι εἰκόνα τῆς ματαιότητος τοῦ κόσμου, καὶ πῶς ἄν τις ἐν εἰρήνῃ καὶ ἀσφαλείᾳ τοῦτον διέλθοι. Ἀναλαβὼν δὲ τὸν λόγον ὁ Βαρλαὰμ ἔφη, Ἄκουσον καὶ τούτου δὴ τοῦ προβλήματος ὁμοίωσιν. πόλιν τινὰ μεμάθηκα μεγάλην, ἧς οἱ πολῖται τοιαύτην ἐσχήκεσαν ἔκπαλαι συνήθειαν, τὸ ἐπιλαμβάνεσθαι ξένου τινὸς καὶ ἀγνώστου ἀνδρός, μηδὲν τῶν νόμων τῆς πόλεως καὶ παραδόσεων ὅλως ἐπισταμένου, καὶ τοῦτον βασιλέα καθιστᾶν ἑαυτοῖς, πάσης ἀπολαύοντα ἐξουσίας καὶ τῶν αὐτοῦ θελημάτων ἀκωλύτως ἐχόμενον, ἄχρι συμπληρώσεως ἐνιαυσίου χρόνου. εἶτ̓, ἐξαίφνης ἐν πάσῃ αὐτοῦ τυγχάνοντος ἀμεριμνίᾳ, τρυφῶντός τε καὶ σπαταλῶντος ἀδεῶς, καὶ συνδιαιωνίζειν αὐτῷ τὴν βασιλείαν εἰσαεὶ δοκοῦντος, ἐπεγειρόμενοι κατ’ αὐτοῦ, καὶ τὴν βασιλικὴν ἀφελόμενοι στολήν, γυμνόν τε ἀνὰ πᾶσαν θριαμβεύσαντες τὴν πόλιν, ἐξόριστον ἔπεμπον εἰς μακρὰν ἀπῳκισμένην καὶ μεγάλην τινὰ νῆσον, ἐν ᾗ, μήτε διατροφῆς εὐπορῶν μήτε ἐνδυμάτων, ἐν λιμῷ καὶ γυμνότητι δεινῶς κατετρύχετο, τῆς παρ’ ἐλπίδα δοθείσης αὐτῷ τρυφῆς καὶ θυμηδίας εἰς λύπην αὖθις καὶ παρ’ ἐλπίδα πᾶσαν καὶ προσδοκίαν μεταμειφθείσης. κατὰ τὸ παρακολουθῆσαν τοίνυν ἔθος τῶν πολιτῶν ἐκείνων, προεχειρίσθη τις ἀνὴρ εἰς τὴν βασιλείαν συνέσει πολλῇ τὸν λογισμὸν