Ancient Greek · ~4 min
Chapter 14
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 14.119
Not analysed yet
κατάκομον ἔχων, ὃς αὐτίκα μὴ συναρπασθεὶς τῇ ἐξαίφνης αὐτῷ προσπεσούσῃ εὐθηνίᾳ, μηδὲ τῶν προβεβασιλευκότων καὶ ἀθλίως ἐκβληθέντων τὴν ἀμεριμνίαν ζηλώσας, ἐμμέριμνον εἶχε καὶ ἐναγώνιον τὴν ψυχὴν πῶς ἂν τὰ κατ’ αὐτὸν εὖ διάθοιτο. τῇ συχνῇ δὲ μελέτῃ ἀκριβωσάμενος, ἔγνω διά τινος σοφωτάτου συμβούλου τὴν συνήθειαν τῶν πολιτῶν, καὶ τὸν τόπον τῆς διηνεκοῦς ἐξορίας· ὅπως τε χρὴ ἑαυτὸν ἀσφαλίσασθαι ἀπλανῶς ἐδιδάχθη. ταῦτ’ οὖν ὡς ἔγνω, καὶ ὅτι δεῖ αὐτὸν ὅσον οὔπω ἐκείνην καταλαμβάνειν τὴν νῆσον, τὴν δ’ ἐπίκτητον ταύτην καὶ ἀλλοτρίαν βασιλείαν ἀλλοτρίοις αὖθις καταλιμπάνειν, ἀνοίξας τοὺς θησαυροὺς αὐτοῦ ὧνπερ τέως ἀνειμένην εἶχε καὶ ἀκώλυτον τὴν χρῆσιν, καὶ λαβὼν χρημάτων πλῆθος, χρυσοῦ τε καὶ ἀργύρου καὶ λίθων τιμίων ἁδρότατον ὄγκον, πιστοτάτοις παραδοὺς οἰκέταις, εἰς ἐκείνην προέπεμψεν, εἰς ἣν ἔμελλεν ἀπάγεσθαι, νῆσον. συντελεσθέντος δὲ τοῦ ἐμπροθέσμου ἐνιαυτοῦ, στασιάσαντες οἱ πολῖται γυμνὸν αὐτόν, ὡς καὶ τοὺς πρὸ αὐτοῦ, τῇ ἐξορίᾳ παρέπεμψαν. οἱ μὲν οὖν λοιποὶ ἀνόητοι καὶ πρόσκαιροι βασιλεῖς δεινῶς ἐλίμωττον·