Ancient Greek · ~5 min
Chapter 14
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 14.120
Not analysed yet
ὁ δέ, τὸν πλοῦτον προαποθέμενος ἐκεῖνον, εὐθηνίᾳ διηνεκεῖ συζῶν καὶ τρυφὴν ἀδάπανον ἔχων, φόβον τε παντάπασιν ἀποσεισάμενος τῶν ἀτάκτων καὶ πονηρῶν πολιτῶν, τῆς σοφωτάτης ἑαυτὸν ἐμακάριζεν εὐβουλίας. Πόλιν οὖν νόει μοι τὸν μάταιον τοῦτον καὶ ἀπατεῶνα κόσμον, πολίτας δὲ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τῶν δαιμόνων, τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, τοὺς δελεάζοντας ἡμᾶς τῷ λείῳ τῆς ἡδονῆς, καὶ ὡς περὶ ἀφθάρτων ὑποτιθεμένους διανοεῖσθαι τῶν φθαρτῶν καὶ ἐπικήρων, ὡς ἅτε συνδιαιωνιζούσης ἡμῖν καὶ ἀθάνατα τῆς τούτων συνυπαρχούσης ἀπολαύσεως. οὕτως οὖν ἀπατηθέντων ἡμῶν καὶ μηδεμίαν περὶ τῶν μονίμων ἐκείνων καὶ αἰωνίων βουλευσαμένων, μήτε τι ταμιευσαμένων ἑαυτοῖς εἰς τὸν ἐκεῖθεν βίον, αἰφνίδιος ἡμῖν ἐφίσταται ὄλεθρος ὁ τοῦ θανάτου. τότε δὴ τότε γυμνοὺς ἡμᾶς τῶν ἐντεῦθεν οἱ πονηροὶ καὶ πικροὶ δεξάμενοι πολῖται τοῦ σκότους, ὡς ἐκείνοις τὸν ἅπαντα προσαναλώσαντας χρόνον, ἀπάγουσιν εἰς γῆν σκοτεινὴν καὶ γυοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. σύμβουλον δὲ ἀγαθόν, τὸν τἀληθῆ πάντα γνωρίσαντα καὶ τὰ σωτήρια διδάξαντα ἐπιτηδεύματα τῷ συνετῷ καὶ σοφωτάτῳ βασιλεῖ, τὴν ἐμὴν ὐπολάμβανε εὐτελῆ χθαμαλότητα, ὃς τὴν ἀγαθὴν ὁδὸν καὶ ἀπλανῆ ὑποδεῖξαί σοι ἥκω, τοῖς αἰωνίοις μὲν καὶ ἀτελευτήτοις ἐνάγων κἀκεῖσε πάντα συμβουλεύων ἀποθέσθαι, ἀπάγων δὲ τοῦ πλάνου κόσμου τούτου,