Ancient Greek
Chapter 15
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 15.131
Not analysed yet
ἀλλ’ ἐκεῖνοι μὲν τοῦ φωτὸς ἑαυτοὺς ἀποστερήσαντες ὡς τυφλοὶ ψηλαφήσουσι τοῖχον, πολλοῖς δὲ ἐμπεσοῦνται βόθροις, καὶ πολλαῖς ἐκκεντηθήσονται τὰς ὄψεις ἀκάνθαις, ὁ δὲ ἥλιος ἐπὶ τῆς ἰδίας ἱστάμενος λαμπρότητος φωτιεῖ τοὺς ἀνακεκαλυμμένῳ προσώπῳ τὸ φέγγος αὐτοῦ κατοπτριζομένους. τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ τοῦ Χριστοῦ φῶς φαίνει μὲν πᾶσι πλουσίως, μεταδιδὸν ἡμῖν τῆς αὐτοῦ λαμπηδόνος· μετέχει δὲ ἕκαστος καθ’ ὅσον ἐφέσεως ἔχει καὶ προθυμίας· οὔτε γὰρ ἀποστερεῖ τινα τῶν βουλομένων μένων αὐτῷ ἐνατενίζειν ὁ ἥλιος τῆς δικαιοσύνης, οὔτε μὴν βιάζεται τοὺς ἑκουσίως τὸ σκότος ἐκλεγομένους· ἀλλὰ τῇ ἰδίᾳ ἕκαστος ἐφεῖται αὐτεξουσίῳ προαιρέσει, ἕως ἐν τῷ παρόντι βίῳ ἐστί. Τοῦ δὲ Ἰωάσαφ πυθομένου Τί τὸ αὐτεξούσιον καὶ τί προαίρεσις, φησὶν ὁ γέρων· Αὐτεξουσιότης μέν ἐστι ψυχῆς λογικῆς θέλησις, ἀκωλύτως κινουμένη πρὸς ὅπερ ἂν βούλοιτο, εἴτε ἀρετὴν εἴτε κακίαν, οὕτως ὑπὸ τοῦ Δημιουργοῦ γενομένης. αὐτεξουσιότης αὖθίς ἐστι νοερᾶς ψυχῆς κίνησις αὐτοκρατής. προαίρεσις δέ ἐστιν ὄρεξις βουλευτικὴ τῶν ἐφ’ ἡμῖν, ἢ βούλευσις ὀρεκτικὴ τῶν ἐφ’ ἡμῖν· τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι. βουλὴ δέ ἐστιν ὄρεξις ζητητικὴ περὶ τῶν ἐφ’ ἡμῖν πρακτικῶν γινομένη· βουλεύεται γάρ τις, εἰ ὤφειλε μετελθεῖν τὸ πρᾶγμα ἢ οὔ. εἶτα κρίνει τὸ κρεῖττον, καὶ γίνεται κρίσις. εἶτα διατίθεται καὶ ἀγαπᾷ τὸ ἐκ τῆς βουλῆς κριθέν, καὶ λέγεται γνώμη· ἐὰν γὰρ κρίνῃ,