Ancient Greek · ~5 min
Chapter 15
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 15.132
Not analysed yet
καὶ μὴ διατεθῇ πρὸς τὸ κριθέν, ἤγουν ἀγαπήσῃ αὐτό, οὐ λέγεται γνώμη. εἶτα μετὰ τὴν διάθεσιν γίνεται προαίρεσις, ἤγουν ἐπιλογή· προαίρεσις γάρ ἐστι δύο προκειμένων τὸ ἓν αἱρεῖσθαι καὶ ἐκλέγεσθαι τοῦτο πρὸ τοῦ ἑτέρου. καὶ τοῦτο φανερόν, ὅτι βουλή ἐστι μετ’ ἐπικρίσεως ἡ προαίρεσις, καὶ ἐξ αὐτῆς τῆς ἐτυμολογίας· προαιρετὸν γάρ ἐστι τὸ ἕτερον πρὸ τοῦ ἑτέρου αἱρετόν· οὐδεὶς δὲ προκρίνει τι μὴ βουλευσάμενος, οὐδὲ προαιρεῖται μὴ προκρίνας. ἐπειδὴ γὰρ οὐ πάντα τὰ δόξαντα ἡμῖν εὖ ἔχειν εἰς ἔργον ἀγαγεῖν προθυμούμεθα, τότε προαίρεσις καὶ προαιρετὸν γίνεται τὸ προκριθὲν ἐκ τῆς βουλῆς, ὅταν προσλάβῃ τὴν ὄρεξιν. καὶ οὕτω συνάγεται προαίρεσιν εἶναι ὄρεξιν βουλευτικὴν τῶν ἐφ’ ἡμῖν· τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι. πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα καὶ διὰ πρᾶξιν· καὶ οὕτω πάσης μὲν προαιρέσεως βουλὴ ἡγεῖται, πάσης δὲ πράξεως προαίρεσις. διὰ τοῦτο οὐ μόνον αἱ πράξεις, ἀλλὰ καὶ τὰ κατὰ διάνοιαν, ἅτινα τὰς προαιρέσεις παριστῶσι, καὶ στεφάνους καὶ κολάσεις προξενοῦσιν. ἀρχὴ γὰρ ἁμαρτίας καὶ δικαιοπραγίας προαίρεσίς ἐστιν ἐν τοῖς ἐφ’ ἡμῖν καταγομένη· ὧν γὰρ αἱ ἐνέργειαι ἐφ’ ἡμῖν, τούτων καὶ αἱ πράξεις αἱ κατὰ τὴν ἐνέργειαν ἐφ’ ἡμῖν· ἐφ’ ἡμῖν δὲ αἱ κατὰ τὴν ἀρετὴν ἐνέργειαι, ἐφ’ ἡμῖν ἄρα καὶ αἱ ἀρεταί· κυρίως γὰρ ἐφ’ ἡμῖν ἐστι τὰ ψυχικὰ πάντα καὶ περὶ ὧν βουλευόμεθα. οὕτως αὐτεξουσίως βουλευομένων τῶν ἀνθρώπων καὶ