Ancient Greek
Chapter 16
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 16.136
Not analysed yet
καί φησιν ὁ βασιλεὺς τῷ πρωτοσυμβούλῳ αὐτοῦ· Ὦ τοῦ θαύματος, φίλε, ὅτι ἐμοί τε καὶ σοὶ οὐδὲ οὕτως ὁ καθ’ ἡμᾶς ποτε ἤρεσε βίος, τοσαύτῃ δόξῃ καὶ τρυφῇ περ διαλάμπων, ὡς ἡ εὐτελῆς αὕτη καὶ ταλαίπωρος ζωὴ τούτους δὴ τοὺς ἀνοήτους τέρπει, καὶ ἡδύνει λεῖος αὐτοῖς καὶ προσηνὴς ὁ τραχὺς οὗτος καὶ ἀπευκταῖος βίος καταφαινόμενος. εὐκαίρου δὲ δραξάμενος ὁ πρωτοσύμβουλος ὥρας, ἔφη· Ἀλλὰ σοί γε, βασιλεῦ, πῶς ἡ τούτων φαίνεται βιοτή; Πάντων, φησὶν ὁ βασιλεύς, ὧν πώποτε ἑώρακα ἀηδεστάτη καὶ δυστυχεστάτη, βδελυκτή τε καὶ ἀποτρόπαιος. τότε λέγει πρὸς αὐτὸν ὁ πρωτοσύμβουλος, Οὕτω, οὖν, εὖ ἴσθι, βασιλεῦ, καὶ πολλῷ χαλεπώτερος ὁ καθ’ ἡμᾶς λελόγισται βίος τοῖς ἐπόπταις καὶ μύσταις τῆς ἀϊδίου δόξης ἐκείνης καὶ τῶν πάντα νοῦν ὑπερβαινόντων ἀγαθῶν· αἵ τε χρυσῷ καταστίλβουσαι οἰκίαι καὶ τὰ λαμπρὰ ταῦτα ἐνδύματα, καὶ ἡ λοιπὴ τοῦ βίου τούτου τρυφή, σκυβάλων τε καὶ ἀμαυρῶν εἰσιν ἀηδέστερα τοῖς ὀφθαλμοῖς τῶν εἰδότων τὰ ἀνεκδιήγητα κάλλη τῶν ἐν οὐρανοῖς ἀχειροτεύκτων σκηνωματῶν, τῆς θεοϋφάντου τε στολῆς καὶ τῶν ἀφθάρτων διαδημάτων, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ὁ πάντων Δημιουργὸς καὶ Κύριος.