Ancient Greek · ~4 min
Chapter 16
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 16.137
Not analysed yet
ὃν τρόπον γὰρ ἀνοηταίνειν ἡμῖν οὗτοι ἐλογίσθησαν, πολλῷ πλέον ἡμεῖς, οἱ τῷ κόσμῳ περιπλανώμενοι καὶ αὐταρεσκοῦντες ἐν τῇ ψευδομένῃ ταύτῃ δόξῃ καὶ ἀνοήτῳ τρυφῇ, θρήνων ἐσμὲν ἄξιοι καὶ δακρύων ἐν ὀφθαλμοῖς τῶν γευσαμένων τῆς γλυκύτητος τῶν ἀγαθῶν ἐκείνων. Ὁ δὲ βασιλεὺς τούτων ἀκούσας, καὶ ἐννεὸς ὥσπερ γενόμενος, ἔφη· Τίνες οὖν ἐκεῖνοί εἰσιν οἱ κρείττονα τῆς καθ’ ἡμᾶς κεκτημένοι ζωήν; Πάντες, φησὶν ὁ πρωτοσύμβουλος, οἱ τὰ αἰώνια προτιμήσαντες τῶν προσκαίρων. αὖθις οὖν τοῦ βασιλέως μαθεῖν ζητοῦντος τίνα τὰ αἰώνια, φησὶν ὁ ἀνήρ· Βασιλεία ἀδιάδοχος, καὶ ζωὴ μὴ ὑποκειμένη θανάτῳ, καὶ πλοῦτος μηδέποτε ὑφορώμενος πενίαν, χαρά τε καὶ εὐφροσύνη πάσης ἀμέτοχος λύπης καὶ ἀχθηδόνος, καὶ εἰρήνη διηνεκὴς ἐλευθέρα πάσης ἔχθρας καὶ φιλονεικίας. τούτων οἱ καταξιωθέντες ἀπολαύειν μακάριοι, καὶ τοῦτο πολλάκις· ἄλυπον γὰρ καὶ ἄμοχθον ζήσουσιν εἰς αἰῶνας ζωήν, πάντων τῶν ἡδέων καὶ τερπνῶν τῆς τοῦ Θεοῦ βασιλείας ἀμογητὶ ἀπολαύοντες, καὶ τῷ Χριστῷ ἀτελεύτητα συμβασιλεύοντες. καί, Τίς ἄξιος τούτων ἐπιτυχεῖν; εἰπόντος τοῦ βασιλέως, ἐκεῖνος ἀπεκρίνατο· Πάντες οἱ τῆς ἐκεῖσε ἀπαγούσης ὁδοῦ δραξάμενοι· ἀκώλυτος γὰρ ἡ εἴσοδος τοῖς θελήσασι μόνον. ὁ δὲ βασιλεύς· Καὶ τίς, φησίν, ἡ ἐκεῖσε φέρουσα τρίβος;