Ancient Greek · ~5 min
Chapter 16
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 16.138
Not analysed yet
πρὸς ὃν ἔφη ὁ λαμπρὸς τὴν ψυχὴν ἐκεῖνος· Τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν Θεόν, καὶ Ἰησοῦν Χριστὸν τὸν μονογενῆ αὐτοῦ Υἱὸν καὶ τὸ Ἅγιον καὶ ζωοποιὸν Πνεῦμα. Ὁ τοίνυν βασιλεύς, τῆς ἁλουργίδος σύνεσιν ἔχων ἀξίαν, ἔφη πρὸς αὐτόν· Καὶ τί τὸ κωλῦσάν σε μέχρι τοῦ νῦν μὴ γνωρίσαι μοι περὶ τούτων; οὐκ ἀναβολῆς γὰρ καὶ ὑπερθέσεως ἄξιά μοι δοκεῖ ὑπάρχειν ταῦτα, εἴ γε ἀληθῆ τυγχάνει· εἰ δὲ ἀμφίβολά ἐστιν, ἐμπόνως δεῖ ζητῆσαι μέχρις ὅτου τὸ ἀναμφίλεκτον εὕροιμι. Οὐκ ἀμελείᾳ, φησὶν ὁ ἀνήρ, ἢ ῥᾳθυμίᾳ συνεχόμενος, περὶ τούτων ὤκνησά σοι γνωρίσαι, ἀληθῆ περ ὄντα καὶ πάντη ἀναμφίλεκτα, ἀλλὰ τὸ ὑπερέχον αἰδούμενος τῆς σῆς δόξης, μή ποτε ὀχληρότερός σοι φανείην· εἰ οὖν προστάσσεις τῷ σῷ οἰκέτῃ ὑπομιμνήσκειν σοι εἰς τὸ ἑξῆς περὶ τούτων τῷ σῷ ἔσομαι καθυπηρετῶν προστάγματι. Ναί, φησὶν ὁ βασιλεύς, μὴ καθ’ ἡμέραν μόνον, ἀλλὰ καὶ ἐφ’ ἑκάστης ὥρας τὴν τούτων μνήμην διηνεκῶς ἀνακαίνιζε· οὐκ ἀμελῶς γὰρ χρὴ τούτοις προσέχειν, ἀλλὰ καὶ λίαν θερμῶς καὶ σπουδαίως. Ἀκηκόαμεν οὖν, φησὶν ὁ Βαρλαάμ, εὐσεβῶς τὸν βασιλέα τοῦτον ζῆσαι τὸ ἑξῆς, καὶ ἀκυμάντως τὸν παρόντα διανύσαντα βίον, τῆς μελλούσης μὴ ἀποτυχεῖν μακαριότητος. εἰ τοίνυν καὶ τῷ σῷ πατρὶ τοιαῦτά τις ἐν ἐπιτηδείῳ προσυπομνήσει καιρῷ,