Ancient Greek
Chapter 18
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 18.149
Not analysed yet
Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Εἰ πάνυ πολὺν χρόνον ἐσκόπησας, σοφώτατε, πῶς ἂν ἄριστα τὴν λύσιν τῶν προβληθέντων ζητημάτων ἡμῖν σαφηνίσαις, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις, ἢ τοιαῦτά μοι λέγων ὁποῖά μοι νῦν ἐξεῖπας, δημιουργὸν μὲν πάντων καὶ συνοχέα τὸν Θεὸν διδάξας, ἀκατάληπτον δὲ λογισμοῖς ἀνθρωπίνοις τὴν δόξαν τῆς μεγαλωσύνης αὐτοῦ λόγοις ἀναντιρρήτοις ἀποδείξας, καὶ ὅτι οὐκ ἄλλος τις ἰσχύει ταύτης ἐφικέσθαι,