Ancient Greek
Chapter 18
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 18.150
Not analysed yet
ἀλλ’ οἷς ἂν αὐτός, καθ’ ὅσον κελεύει, ἀποκαλύψειε. διό σου τὴν λογιωτάτην ὑπερτεθαύμακα σοφίαν. Ἀλλά μοι φράσον, μακαριώτατε, πόσων μὲν χρόνων αὐτὸς ὑπάρχεις, ἐν ποίοις δὲ τόποις τὰς διατριβὰς κέκτησαι, τίνας δὲ τοὺς συμφιλοσοφοῦντάς σοι ἔχεις. κραταιῶς γάρ μου ἡ ψυχὴ τῆς σῆς ἐξήρτηται, καὶ οὐδαμῶς σου τὸν πάντα μου χρόνον τῆς ζωῆς χωρισθῆναι θέλω. Ὁ δὲ γέρων ἔφη· Χρόνων μὲν εἰμί, ὡς εἰκάζω, τεσσαρακονταπέντε· ἐν ἐρήμοις δὲ τῆς γῆς Σεναὰρ διάγων συναγωνιστὰς κέκτημαι τοὺς πρὸς τὸν δρόμον τῆς ἄνω πορείας συμπονοῦντας καὶ συναμιλλωμένους. Πῶς, φησὶν ὁ Ἰωάσαφ, ταῦτά μοι λέγεις; ἐπέκεινα γάρ μοι φαίνῃ τῶν ἑβδομήκοντά που ἐνιαυτῶν. τίς οὖν ὁ λόγος σοι τῶν τεσσαρακονταπέντε βούλεται χρόνων; οὐ δοκεῖς γάρ μοι ἐν τούτῳ ἀληθεύειν. Εἶπε δὲ Βαρλαὰμ πρὸς αὐτόν· Εἰ μὲν τοὺς ἀπὸ γενέσεως χρόνους μου μαθεῖν ζητεῖς, καλῶς τούτους ἀπείκασας ἐπέκεινα τῶν ἑβδομήκοντά που ὑπάρχειν· ἀλλ’ ἔμοιγε οὐδόλως εἰς μέτρον ζωῆς ἐλογίσθησαν ὅσοι τῇ ματαιότητι τοῦ κόσμου δεδαπάνηντο. ὅτε γὰρ ἔζων τῷ σαρκίῳ δεδουλωμένος ταῖς ἁμαρτίαις,