Ancient Greek · ~2 min
Chapter 19
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 19.173
Not analysed yet
δυσμετάβλητος γίνεται καὶ λίαν ἀσφαλεστάτη, καθὼς ὁρᾷς ὅτι ἡ ἀνδρεία καὶ φρόνησις, σωφροσύνη τε καὶ δικαιοσύνη δυσμετάβληταί εἰσιν, ἕξεις οὖσαι τῆς ψυχῆς καὶ ποιότητες καὶ ἐνέργειαι διὰ βάθους κεχωρηκυῖαι. εἰ γὰρ τὰ πάθη τῆς κακίας, οὐ φυσικὰ ἡμῖν ὄντα, ἀλλ’ ἔξωθεν ἐπεισελθόντα, ἡνίκα ἐν ἕξει γένωνται, δυσμετάβλητά εἰσι, πόσῳ μᾶλλον ἡ ἀρετή, καὶ φυσικῶς ἡμῖν ἐμφυτευθεῖσα ὑπὸ τοῦ Δημιουργοῦ καὶ αὐτὸν ἐπίκουρον ἔχουσα, εἰ, μικρὸν ἀγωνισαμένων ἡμῶν, ἐν ἕξει ῥιζωθῇ τῇ ψυχῇ, δυσμετάβλητος ἔσται;