Ancient Greek · ~3 min
Chapter 20
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 20.173
Not analysed yet
Ὅθεν μοι ταύτης ἐργάτης διηγήσατό τις, ὅτι Μετὰ τὸ προσλαβέσθαι με τὴν θείαν θεωρίαν ἐν ἕξει βεβαιοτάτῃ καὶ τῇ ταύτης μελέτῃ ποιωθῆναι τὴν ψυχήν, βουληθείς ποτε ἀπόπειραν αὐτῆς ποιήσασθαι, κατέσχον τὸν νοῦν μου, μὴ συγχωρήσας τῇ κατ’ ἔθος ἐπιβαλεῖν μελέτῃ· καὶ ἔγνων αὐτὸν ἀνιώμενον καὶ δυσφοροῦντα καὶ πρὸς αὐτὴν ἀσχέτῳ ἐπειγόμενον πόθῳ, μηδόλως δὲ πρὸς ἐναντίαν τινὰ ἐνθύμησιν ἀποκλῖναι ἰσχύοντα· ἡνίκα δὲ μικρὸν ἐνέδωκα τὰς ἡνίας, ὀξυδρόμως εὐθὺς ἀνέδραμε πρὸς τὴν ἑαυτοῦ ἐργασίαν, καθά φησιν ὁ Προφήτης· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα. ἀποδέδεικται οὖν ἐκ πάντων τούτων, ὡς ἐφ’ ἡμῖν ἐστιν ἡ κτῆσις τῆς ἀρετῆς, καὶ ἡμεῖς ταύτης κύριοι καθεστήκαμεν εἴτε θελήσομεν αὐτῆς ἀνθέξεσθαι, εἴτε τὴν ἁμαρτίαν προκρῖναι. οἱ μὲν οὖν δουλωθέντες τῇ κακίᾳ δυσαποσπάστως