Ancient Greek · ~3 min
Chapter 21
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 21.179
Not analysed yet
εἰς τὴν ἰδίαν ἀπῄει ξενίαν. οἱ δὲ ὑπηρέται τοῦ νέου καὶ παιδαγωγοὶ τὴν συχνὴν αὐτοῦ εἰσέλευσιν ἐν τῷ παλατίῳ ὁρῶντες ἐθαύμαζον. εἷς δὲ τῶν προεχόντων ἐν αὐτοῖς, ὃν ὡς πιστότατον καὶ εὐγνώμονα κατέστησεν ὁ βασιλεὺς ἐπὶ τοῦ παλατιου τοῦ υἱοῦ αὐτοῦ, Ζαρδὰν καλούμενος, φησὶ πρὸς τὸν τοῦ βασιλέως υἱόν· Οἶδας πάντως, ὦ δέσποτα, ὅσος ἐπ’ ἐμοὶ ὁ τοῦ σοῦ πατρὸς φόβος καὶ ὅση μου ἡ πρὸς αὐτὸν πίστις· διό με ὡς οἰκέτην πιστότατον καθυπηρετεῖν σοι παρεκελεύσατο. νυνὶ δὲ τὸν ἄνδρα τοῦτον τὸν ξένον συχνῶς ὁρῶν ὁμιλοῦντά σοι, δέδοικα μή ποτε τῆς τῶν Χριστιανῶν εἴη θρησκείας, πρὸς ἣν λίαν ἀπεχθῶς ὁ σὸς πατὴρ διάκειται· καὶ τῆς θανατηφόρου εὑρεθήσομαι ὑπεύθυνος ψήφου. εἴτε οὖν τῷ βασιλεῖ τὰ περὶ αὐτοῦ γνώρισον, εἴτε τοῦ λοιποῦ παῦσαι τούτῳ προσομιλεῖν· εἰ δὲ μή, ἔκβαλόν με τοῦ σοῦ προσώπου,