Ancient Greek
Chapter 21
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 21.180
Not analysed yet
ὡς ἂν μὴ μεμπτέος ὦ, καὶ ἄλλον αἴτησαι τὸν πατέρα σου ἀγαγεῖν ἐνταῦθα. Ὁ δὲ τοῦ βασιλέως υἱὸς ἔφη πρὸς αὐτόν· Τοῦτο πρὸ πάντων, ὦ Ζαρδάν, ποίησον. καθέσθητι σὺ ἔνδοθεν τοῦ παραπετάσματος, καὶ ἄκουσον τῆς αὐτοῦ πρός με ὁμιλίας· καὶ εἶθ’ οὕτως λαλήσω σοι τί δεῖ ποιῆσαι. Μέλλοντος δὲ τοῦ Βαρλαὰμ εἰσελθεῖν πρὸς αὐτόν, εἰσήγαγε τὸν Ζαρδὰν ἐντὸς τοῦ παραπετάσματος, καὶ λέγει τῷ γέροντι· Ἀνακεφαλαίωσαί μοι τὰ τῆς ἐνθέου σου διδασκαλίας, ὡς ἂν κραταιότερον ἐμφυτευθῇ μου τῇ καρδίᾳ. ὑπολαβὼν δὲ ὁ Βαρλαὰμ πολλὰ περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐφθέγγετο, καὶ ὡς αὐτὸν μόνον δεῖ ἀγαπᾶν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας, καὶ τὰς αὐτοῦ φυλάττειν ἐντολὰς φόβῳ τε καὶ πόθῳ. καὶ ὅτι αὐτός ἐστιν ὁ ποιητὴς ὁρατῶν τε πάντων καὶ ἀοράτων. ἐφ’ οἷς καὶ τὴν τοῦ πρώτου ἀνθρώπου διάπλασιν ὑπεμίμνησκε, τήν τε δοθεῖσαν αὐτῷ ἐντολὴν καὶ τὴν ταύτης παράβασιν, καὶ τὴν ἐπὶ τῇ παραβάσει τοῦ πλάσαντος καταδίκην. εἶτα καθεξῆς τὰ ἀγαθὰ ἀπηριθμεῖτο, ὧν ἀθετήσαντες τὴν ἐντολὴν ἑαυτοὺς ἀπεκλείσαμεν·