Ancient Greek
Chapter 21
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 21.181
Not analysed yet
καὶ αὖθις ἐμέμνητο τῶν λυπηρῶν, ὅσα μετὰ τὴν ἐκείνων ἀποτυχίαν κατέλαβεν ἀθλίως ἡμᾶς. ἐπὶ τούτοις τὰ τῆς φιλανθρωπίας ἐπῆγεν, ὅπως τῆς ἡμετέρας φροντίζων ὁ Δημιουργὸς σωτηρίας διδασκάλους ἀπέστειλε καὶ προφήτας τὴν τοῦ Μονογενοῦς κηρύττοντας σάρκωσιν· ἔπειτα καὶ τὴν ἐκείνου κάθοδον, τὴν ἐνανθρώπησιν, τὰς εὐεργεσίας, τὰ θαύματα, καὶ τὰ ὑπὲρ ἡμῶν τῶν ἀχαρίστων παθήματα, τὸν σταυρόν, τὴν λόγχην, τὸν ἑκούσιον θάνατον· τέλος, τὴν ἐπανόρθωσιν ἡμῶν, τὴν ἀνάκλησιν, τὴν εἰς τὸ πρῶτον ἀγαθὸν ἐπάνοδον· μετὰ ταῦτα, τὴν ἐκδεχομένην τοὺς ἀξίους τῶν οὐρανῶν βασιλείαν, τὴν ἀποκειμένην τοῖς φαύλοις βάσανον, τὸ μὴ σβεννύμενον πῦρ, τὸ μὴ λῆγον σκότος, τὸν ἀθάνατον σκώληκα, καὶ ὅσην ἄλλην οἱ τῆς ἁμαρτίας δοῦλοι κόλασιν ἑαυτοῖς ἐθησαύρισαν. ταῦτα διεξελθὼν καὶ εἰς ἠθικὴν διδασκαλίαν τὸν λόγον τελέσας, πολλά τε περὶ καθαρότητος βίου διαλεχθείς, καὶ τῆς τῶν παρόντων ματαιότητος καταγνούς, τὴν ἀθλιότητά τε τῶν τούτοις προστετηκότων διελέγξας, εἰς εὐχὴν κατέληξε. καὶ ἀπερίτρεπτον αὐτῷ ἐπευξάμενος καὶ ἀκλινῆ τὴν ὁμολογίαν τῆς ὀρθοδόξου πίστεως, ἀνεπίληπτόν τε τὸν βίον καὶ καθαρωτάτην τὴν πολιτείαν, ὁ μέν, τέλος ἐπιθεὶς τῇ εὐχῇ, πρὸς τὴν ξενίαν αὖθις ἀπῄει. Ὁ δὲ τοῦ βασιλέως υἱός, τὸν Ζαρδὰν προσκαλεσάμενος καὶ τὴν αὐτοῦ γυμνάζων διάθεσιν, ἔφη· Ἤκουσας ὁποῖά μοι ὁ σπερμολόγος οὗτος διαλέγεται, ἀπατῆσαί με ταῖς κεναῖς αὐτοῦ πιθανολογίαις πειρώμενος καὶ ἀποστερῆσαι τῆς τερπνῆς ταύτης εὐφροσύνης καὶ ἀπολαύσεως, καὶ ξένῳ λατρεῦσαι Θεῷ;