Ancient Greek · ~3 min
Chapter 22
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 22.194
Not analysed yet
ἔνθεν τοι καὶ τὸν Βαρλαὰμ ἔναγχος μαθὼν ὑποχωρῆσαι, χειρώσασθαι ἔσπευδε. λόχοις οὖν καὶ λοχαγοῖς τῶν διεξόδων τὰς πλείους διειληφώς, μίαν δὲ τῶν ὁδῶν, ἣν πασῶν μᾶλλον ὑφωρᾶτο, αὐτός, ἵπποις ἐπιβάς, ἀνὰ κράτος ἐδίωκε, προκαταλαβεῖν αὐτὸν ἐκ παντὸς τρόπου διανοούμενος. ἐν ὅλαις δὲ ἓξ ἡμέραις κοπιάσας, μάτην τεταλαιπωρήκει. εἶτα, αὐτὸς μὲν ἔν τινι τῶν βασιλικῶν παλατίων ἐν τοῖς ἀγροῖς διακειμένῳ προσμείνας, τὸν Ἀραχὴν μετὰ ἱππέων οὐκ ὀλίγων ἕως αὐτῆς τῆς Σενααρίτιδος ἐρήμου ἐπὶ ζήτησιν ἀπέστειλε τοῦ Βαρλαάμ. καταλαβὼν δὲ ἐκεῖνος τὸν τόπον, πάντας τοὺς περιοίκους διετάραξε· καὶ τῶνδε μὴ ἑωρακέναι ποτὲ τὸν ἄνδρα βεβαιωσαμένων, ἐπὶ τὰς ἐρήμους ὁ ἄρχων τοὺς εὐσεβεῖς θηρεύσων ἐξῄει. πολύ τε τῆς ἐρήμου διοδεύσας διάστημα, ὄρη τε περικυκλώσας καὶ ἀτριβεῖς φάραγγας πεζεύσας καὶ δυσβάτους, μετὰ τῶν σὺν αὐτῷ ὄχλων ἀκρώρειάν τινα καταλαβών,