Ancient Greek · ~5 min
Chapter 22
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 22.195
Not analysed yet
καὶ στὰς ἐπ’ αὐτῆς, ὁρᾷ κατὰ τὴν ὑπώρειαν φάλαγγα ἐρημιτῶν περιπατοῦσαν. καὶ εὐθὺς τῷ τοῦ ἄρχοντος προστάγματι πάντες ἐπ’ αὐτοὺς θέουσιν ἀπνευστί, ἄλλος ἄλλον τοῖς δρόμοις φθάσαι φιλονεικοῦντες· καὶ φθάσαντες, περιεχύθησαν αὐτοῖς κύνες ὡσεὶ πολλοὶ ἢ θηρία πονηρά τινα καὶ μισάνθρωπα· καὶ κρατοῦσι τοὺς ἄνδρας τῷ τε εἴδει καὶ τῇ καταστάσει σεμνοτάτους, καὶ τὰ σήμαντρα τῆς ἐρημικῆς καταστάσεως ἐπὶ τῶν προσώπων φέροντας· καὶ τούτους σύροντες τῷ ἄρχοντι παρέστησαν, οὐ θορυβηθέντας ὅλως, οὐκ ἀγεννές τι καὶ σκυθρωπὸν ἐνδειξαμένους ἢ φθεγξαμένους. ὁ δὲ προάγων αὐτῶν καὶ οἱονεὶ καθηγούμενος πήραν ἐβάσταζε τριχίνην, μεστὴν λειψάνων προεκδημησάντων τινῶν ἁγίων Πατέρων. Κατανοήσας δὲ αὐτοὺς ὁ Ἀραχής, ὡς οὐκ εἶδε τὸν Βαρλαὰμ ʽἐγίνωσκε γὰρ αὐτόν̓, συνεχύθη τῇ λύπῃ. λέγει δὲ πρὸς αὐτούς· Ποῦ ἔστιν ὁ ἀπατεὼν ἐκεῖνος, ὁ τὸν υἱὸν πλανήσας τοῦ βασιλέως; ὁ δὲ τὴν πήραν βαστάζων ἀπεκρίνατο· Οὐκ ἔστιν ἐκεῖνος ἐν ἡμῖν· μηδὲ γένοιτο· φεύγει γὰρ ἡμᾶς τῇ τοῦ Χριστοῦ διωκόμενος χάριτι. ἐν ὑμῖν δὲ τὰς οἰκήσεις ἔχει· ὁ ἄρχων ἔφη· Γινώσκεις οὖν αὐτόν; Ναί, φησὶν ὁ ἐρημίτης· οἶδα τὸν ἀπατεῶνα λεγόμενον, ὅς ἐστιν ὁ διάβολος, ὁ μέσον ὑμῶν κατοικῶν καὶ παρ’ ὑμῶν λατρευόμενός τε καὶ θεραπευόμενος. ὁ ἄρχων λέγει· Περὶ τοῦ Βαρλαὰμ ἐγὼ τὴν ζήτησιν ἔχω, καὶ τοῦτον ἠρόμην σε μαθεῖν ποῦ ἔστιν·