Ancient Greek
Chapter 23
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 23.203
Not analysed yet
καὶ τὰς μὲν γλώσσας ὀγκινίσκοις τῶν στομάτων ἐξελκύσαντες, θηριωδῶς ἀπέτεμνον, τοὺς ὀφθαλμοὺς δὲ σιδηροῖς ἐξώρυττον ὄνυξιν, ἀρθρεμβόλοις δὲ ὀργάνοις τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας ἐξαρθροῦντες ἀπέτεμνον. οἱ δὲ μακάριοι ἐκεῖνοι καὶ αἰδήμονες καὶ γενναῖοι τὸν λογισμόν, ὡς πρὸς εὐωχίαν καλούμενοι, ἀνδρείως προσήρχοντο ταῖς βασάνοις, ἀλλήλους παραθήγοντες καὶ πρὸς τὸν διὰ Χριστὸν θάνατον ἀφόβως χωροῦντες. Ἐν τοιαύταις οὖν πολυειδέσι τιμωρίαις τὰς καρτερικὰς αὐτῶν ψυχὰς τῷ Κυρίῳ παρέθεντο οἱ ἱεροὶ ἀσκηταί, ἑπτακαίδεκα τὸν ἀριθμὸν τελοῦντες. ὁμολογουμένως οὖν αὐτοκράτωρ ἐστὶ τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, καθάπερ τις τῶν οὐχ ἡμετέρων ἔφησεν, ἄθλους διηγούμενος πρεσβύτου ἱερέως καὶ παίδων ἑπτὰ σὺν ὁμόφρονι μητρί, τοῦ πατρῴου ὑπεραθλησάντων νόμου, ὧν τῆς καρτερίας καὶ μεγαλοψυχίας οὐδὲν καθυστέρησαν οἱ θαυμάσιοι οὗτοι πατέρες καὶ τῆς ἄνω Ἱερουσαλὴμ πολῖται καὶ κληρονόμοι.