Ancient Greek
Chapter 24
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 24.203
Not analysed yet
Τούτων οὖν εὐσεβῶς τελειωθέντων, ὁ βασιλεὺς τῷ πρωτοσυμβούλῳ ἔλεγεν Ἀραχῇ πρὸς τὴν δευτέραν ἀποβλέψαι βουλήν, τοῦ πρώτου διαμαρτόντος, καὶ τὸν Ναχὼρ ἐκεῖνον προσκαλέσασθαι. ὁ γοῦν Ἀραχὴς νυκτὶ βαθείᾳ τὸ ἐκείνου καταλαβὼν σπήλαιον ʽτὰς ἐρήμους γὰρ ᾤκει, μαντικαῖς σχολάζων τέχναισ̓, καὶ πάντα αὐτῷ τὰ βεβουλευμένα σαφηνίσας, πρὸς τὸν βασιλέα ἅμα πρωῒ ἐπανέρχεται. καὶ δὴ ἱππεῖς αὐτῷ αὖθις ζητήσας ἐπὶ ἔρευναν τοῦ Βαρλαὰμ ἐξέρχεσθαι προσεποιεῖτο.