Ancient Greek
Chapter 24
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 24.205
Not analysed yet
καὶ πᾶσαν παιδεύσας ἀρετῆς ἰδέαν. αὖθις δὲ ὁ βασιλεύς, ὀργιζόμενος ὥσπερ, ἔφη· Ἔδει μέν σε μηδὲ λόγου τὸ παράπαν ἀξιώσαντα, ἢ τόπον ἀπολογίας δόντα, ἀλλ’ ἀνερωτήτως θανατῶσαι. ἀλλ’ ἀνέχομαί σου τοῦ θράσους, τῆς προσηκούσης μοι ἕνεκεν φιλανθρωπίας, ἕως τακτῇ ἡμέρᾳ ἐξετάσω τὰ περὶ σοῦ. καὶ εἰ μὲν πεισθείης μοι συγγνώμης ἀξιωθήσῃ· εἰ δὲ μή, κακῶς ἀπολῇ. οὕτως εἰπὼν τῷ Ἀραχῇ τοῦτον παραδίδωσι, φυλάττειν ἀκριβέστατα ἐντειλάμενος. Τῇ δὲ ἐπαύριον ἀναζεύξας ἐκεῖθεν, πρὸς τὸ ἴδιον ἐπάνεισι παλάτιον. καὶ ἐξηχούετο κρατηθῆναι τὸν Βαρλαάμ, ὥστε καὶ τὸν βασιλέως ἀκούσαντα υἱὸν δεινῶς τὴν ψυχὴν ἀλγῆσαι, καὶ μηδόλως τῶν δακρύων ἐγκρατὴς δύνασθαι εἶναι. στεναγμοῖς δὲ καὶ θρήνοις τὸν Θεὸν ἐδυσώπει, καὶ εἰς βοήθειαν αὐτὸν ἐπεκαλεῖτο τοῦ γέροντος. οὐ παρεῖδεν οὖν αὐτὸν ὀδυρόμενον ὁ ἀγαθός· χρηστὸς γάρ ἐστι τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν· ὃς καὶ τῷ νέῳ δι’ ὁράματος νυκτερινοῦ πάντα γνωρίζει, καὶ ἰσχὺν αὐτῷ ἐντίθησι, καὶ εἰς τὸν τῆς εὐσεβείας παραθαρρύνει ἀγῶνα. ἔξυπνος δὲ γενόμενος, χαρᾶς τε πλήρη καὶ θάρσους καὶ φωτὸς γλυκυτάτον, τὴν πρὸ μικροῦ λυπουμένην αὐτοῦ καὶ ἀλγοῦσαν εὑρίσκει καρδίαν. ὁ δὲ βασιλεύς, οὕτω ταῦτα δράσας καὶ οὕτω διανοηθείς, ἔχαιρε, καλῶς διασκέπτεσθαι οἰόμενος, καὶ τῷ Ἀραχῇ μεγίστην ἀπονέμων τὴν χάριν.