Ancient Greek
Chapter 24
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 24.206
Not analysed yet
ἀλλ’ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ, τὸ τοῦ θείου φάναι Δαυΐδ, καὶ ἡ δικαιοσύνη νικᾷ τὴν ἀνομίαν, τέλεον αὐτὴν καταβαλοῦσα καὶ τὸ μνημόσυνον αὐτῆς ἀπολέσασα μετ’ ἤχου, ὡς ἐν τοῖς ἑξῆς δηλώσειεν ὁ λόγος. Μετὰ γοῦν δύο ἡμέρας ὁ βασιλεὺς παραγίνεται πρὸς τὸ τοῦ υἱοῦ παλάτιον. καὶ τούτου εἰς ὑπάντησιν ἐξελθόντος, οὐκ ἠσπάσατο συνήθως ὁ πατήρ· ἀλλ’, ἀχθομένῳ ὥσπερ καὶ ὀργιζομένῳ ἐοικώς, εἰσελθὼν ἐν τῷ βασιλικῷ κοιτῶνι, σκυθρωπάζων ἐκαθέσθη. εἶτα, τὸν υἱὸν προσκαλεσάμενος, ἔφη· Τίς ἡ διηχοῦσά μου τὰς ἀκοὰς φήμη, τέκνον, καὶ ἀθυμίαις μου τὴν ψυχὴν κατατήκουσα; οὐδένα γὰρ τῶν ἀνθρώπων τοσαύτης ἐμπιπλᾶσθαι χαρᾶς ποτε οἶμαι ἐπὶ τέκνου γεννήσει, ὅσης ἐγὼ ἐπὶ σοὶ μετέσχον θυμηδίας· οὐδ’ αὖ πάλιν λυπηθῆναί τινα καὶ κακῶς παρὰ παιδὸς διατεθῆναι δοκῶ, ὡς σύ με νῦν διέθηκας καὶ τὴν ἐμὴν ἠτίμασας πολιάν,