Ancient Greek · ~3 min
Chapter 24
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 24.216
Not analysed yet
ἀνάβλεψον ἰδεῖν τὸ πᾶσι περιλάμπον τοῦ Θεοῦ μου φῶς, καὶ αὐτός ποτε περιλάμφθητι τῷ γλυκυτάτῳ τούτου φωτί. ἵνα τί γὰρ ὅλως τοῖς πάθεσι καὶ θελήμασιν ἐξεδόθης τῆς σαρκός, καὶ ἀνάνευσις οὐκ ἔστι; γνῶθι ὅτι πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος αὐτοῦ ἐκπέπτωκε, τὸ δὲ ῥῆμα τοῦ Κυρίου μου, τὸ εὐαγγελισθὲν ἐπὶ πάντας, μενεῖ εἰς τὸν αἰῶνα. τί οὖν οὕτως ἐμμανῶς ἀντέχῃ καὶ περιέχῃ τῆς δίκην τῶν ἐαρινῶν ἀνθέων μαραινομένης καὶ ἀφανιζομένης δόξης, καὶ τῆς βδελυρᾶς καὶ δυσώδους τρυφῆς, καὶ τῶν τῆς γαστρὸς καὶ ὑπὸ γαστέρα μιαρωτάτων παθῶν, ἅτινα πρὸς καιρὸν ἡδύνουσι τὰς αἰσθήσεις τῶν ἀνοήτων,