Ancient Greek · ~5 min
Chapter 24
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 24.217
Not analysed yet
ὕστερον μέντοι πικροτέρας χολῆς ποιοῦνται τὰς ἀναδόσεις, ὅταν αἱ μὲν σκιαὶ αὗται καὶ τὰ ἐνύπνια τοῦ ματαίου τούτου παρέλθωσι βίου, ἐν ὀδύνῃ δὲ διηνεκεῖ πυρὸς ἀσβέστου καὶ σκοτεινοῦ κατακλεισθῶσιν οἱ τούτων ἐρασταί, καὶ τῆς ἀνομίας ἐργάται, ἔνθα ὁ σκώληξ αὐτοὺς ὁ ἀκοίμητος ἀτελεύτητα κατεσθίει, καὶ τὸ πῦρ ἄληκτα καὶ ἀκατάσβεστα εἰς αἰῶνας κατακαίει ἀπεράντους; μεθ’ ὧν οἴμοι καὶ αὐτὸς κατακλεισθεὶς καὶ χαλεπῶς ὀδυνώμενος, πολλὰ μὲν μεταγνώσῃ τῶν δεινῶν βουλευμάτων, πολλὰ δὲ ἐπιζητήσεις τὰς νῦν ἡμέρας καὶ τῶν ἐμῶν ἐπιμνησθήσῃ ῥημάτων· ἀλλ’ ὄφελος τῆς μεταμελείας οὐκ ἔσται. ἐν γὰρ τῷ ᾅδῃ ἐξομολόγησις σις καὶ μετάνοια οὐχ ὑπάρχει· ἀλλ’ ὁ παρὼν ὡρίσθη καιρὸς τῆς ἐργασίας, ὁ δὲ μέλλων τῆς ἀνταποδόσεως. εἰ μὲν γὰρ τὰ παρόντα τερπνὰ οὐκ ἀφανισμῷ ὑπέκειτο καὶ ῥοῇ, ἀλλὰ συνδιαιωνίζειν ἔμελλε τοῖς αὐτῶν δεσπόταις, οὐδὲ οὕτως ἔδει τῶν τοῦ Χριστοῦ δωρεῶν καὶ ὑπὲρ ἔννοιαν ἀγαθῶν ταῦτα προκρῖναι· καθ’ ὅσον γὰρ ὁ ἥλιος τῆς βαθείας ἐστὶ νυκτὸς λαμπρότερος καὶ διαυγέστερος, τοσοῦτον καὶ πολλῷ πλέον τὰ ἐπηγγελμένα ἀγαθὰ τοῖς ἀγαπῶσι τὸν Θεὸν πάσης ἐπιγείου βασιλείας καὶ δόξης ἐνδοξότερά τε ὑπάρχει καὶ μεγαλοπρεπέστερα, καὶ ἔδει πάντως τὰ μείζονα τῶν εὐτελεστέρων προκρῖναι. ἐπεὶ δὲ καὶ ῥευστὰ τὰ τῇδε πάντα καὶ φθορᾷ ὑποκείμενα ὡς