Ancient Greek
Chapter 24
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 24.218
Not analysed yet
ὄναρ τε καὶ ὡς σκιὰ καὶ ἐνύπνιον παρέρχεται καὶ ἀφανίζεται, καὶ αὔραις μᾶλλον ἔστι πιστεύειν οὐχ ἱσταμέναις καὶ νηὸς ποντοπορούσης ἴχνεσιν ἢ ἀνθρώπων εὐημερίᾳ, πόσης εὐηθείας ἤ, μᾶλλον εἰπεῖν, ἀνοίας τε καὶ παραφροσύνης τὰ φθαρτὰ καὶ ἐπίκηρα, ἀσθενῆ τε καὶ οὐδαμινά, τῶν ἀφθάρτων προκρῖναι καὶ αἰωνίων, ἀκηράτων τε καὶ ἀτελευτήτων, καὶ τῇ προσκαίρῳ τούτων ἀπολαύσει τῆς ἀδιαδόχου στερηθῆναι τῶν ἀγαθῶν ἐκείνων ἀπολαύσεως; οὐ συνήσεις ταῦτα, ὦ πάτερ; οὐ παραδραμεῖς τὰ παρατρέχοντα, καὶ προσθήσῃ τοῖς ἐπιμένουσιν; οὐ προτιμήσεις τὴν κατοικίαν τῆς παροικίας, τὸ φῶς τοῦ σκότους, τὸ πνεῦμα τῆς σαρκός, τὴν αἰώνιον ζωὴν τῆς σκιᾶς τοῦ θανάτου, τὰ μὴ λυόμενα τῶν ῥεόντων; οὐκ ἐκφεύξῃ τῆς χαλεπῆς δουλείας τοῦ δεινοῦ κοσμοκράτορος, τοῦ πονηροῦ, φημί, διαβόλου, καὶ τῷ ἀγαθῷ καὶ εὐσπλάγχνῳ καὶ πανοικτίρμονι οἰκειωθήσῃ Δεσπότῃ; οὐ, τῆς τῶν πολλῶν ἀποστὰς καὶ ψευδωνύμων θεῶν λατρείας, τῷ ἑνὶ λατρεύσεις ἀληθινῷ καὶ ζῶντι Θεῷ; εἰ γὰρ καὶ ἥμαρτες αὐτῷ, πολλὰ βλασφημήσας καὶ τοὺς αὐτοῦ θεράποντας δειναῖς ἀνελὼν τιμωρίαις,