Ancient Greek
Chapter 27
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 27.242
Not analysed yet
φθείρεται καὶ αὐτὴ καὶ οἱ καρποὶ αὐτῆς. καταπατεῖται δὲ ὑπό τε ἀνθρώπων καὶ τῶν λοιπῶν ζῴων, αἵμασι φονευομένων μιαίνεται, διορύσσεται, νεκρῶν θήκη γίνεται σωμάτων. τούτων οὕτως ὄντων, οὐκ ἐνδέχεται τὴν γῆν εἶναι θεὰν ἀλλ’ ἔργον Θεοῦ εἰς χρῆσιν ἀνθρώπων. Οἱ δὲ νομίζοντες τὸ ὕδωρ εἶναι θεὸν ἐπλανήθησαν. καὶ αὐτὸ γὰρ εἰς χρῆσιν τῶν ἀνθρώπων γέγονε, καὶ κατακυριεύεται ὑπ’ αὐτῶν, μιαίνεται καὶ φθείρεται, καὶ ἀλλοιοῦται ἑψόμενον καὶ ἀλλασσόμενον χρώμασι, καὶ ὑπὸ τοῦ κρύους πηγνύμενον, καὶ εἰς πάντων τῶν ἀκαθάρτων πλύσιν ἀγόμενον. διὸ ἀδύνατον τὸ ὕδωρ εἶναι θεὸν ἀλλ’ ἔργον Θεοῦ. Οί δὲ νομίζοντες τὸ πῦρ εἶναι θεὸν πλανῶνται. καὶ αὐτὸ γὰρ εἰς χρῆσιν ἐγένετο ἀνθρώπων. καὶ κατακυριεύεται ὑπ’ αὐτῶν, περιφερόμενον ἐκ τόπου εἰς τόπον εἰς ἕψησιν καὶ ὄπτησιν παντοδαπῶν κρεῶν, ἔτι δὲ καὶ νεκρῶν σωμάτων. φθείρεται δὲ καὶ κατὰ πολλοὺς τρόπους, ὑπὸ τῶν ἀνθρώπων σβεννύμενον. διὸ οὐκ ἐνδέχεται τὸ πῦρ εἶναι θεὸν ἀλλ’ ἔργον Θεοῦ. Οἱ δὲ νομίζοντες τὴν τῶν ἀνέμων πνοὴν εἶναι θεὰν πλανῶνται· φανερὸν γάρ ἐστιν ὅτι δουλεύει ἑτέρῳ, καὶ χάριν τῶν ἀνθρώπων κατεσκεύασται ὑπὸ τοῦ Θεοῦ πρὸς μεταγωγὴν πλοίων καὶ συγκομιδὰς τῶν σιτίων, καὶ εἰς λοιπὰς αὐτῶν χρείας αὔξει τε καὶ λήγει, κατ’ ἐπιταγὴν Θεοῦ. διὸ οὐ νενόμισται τὴν τῶν ἀνέμων πνοὴν εἶναι θεὰν ἀλλ’ ἔργον Θεοῦ. Οἱ δὲ νομίζοντες τὸν ἥλιον εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν κινούμενον κατὰ ἀνάγκην καὶ τρεπόμενον, καὶ μεταβαίνοντα ἀπὸ σημείου εἰς σημεῖον,