Ancient Greek · ~5 min
Chapter 27
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 27.243
Not analysed yet
δύνοντα καὶ ἀνατέλλοντα, τοῦ θερμαίνειν τὰ φυτὰ καὶ βλαστὰ εἰς χρῆσιν τῶν ἀνθρώπων, ἔτι δὲ καὶ μερισμοὺς ἔχοντα μετὰ τῶν λοιπῶν ἀστέρων, καὶ ἐλάττονα ὄντα τοῦ οὐρανοῦ πολὺ, καὶ ἐκλείποντα τοῦ φωτός, καὶ μηδεμίαν αὐτοκράτειαν ἔχοντα. διὸ οὐ νενόμισται τὸν ἥλιον εἶναι θεὸν ἀλλ’ ἔργον Θεοῦ. Οἱ δὲ νομίζοντες τὴν σελήνην εἶναι θεὰν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὴν κινουμένην κατὰ ἀνάγκην καὶ τρεπομένην, καὶ μεταβαίνουσαν ἀπὸ σημείου εἰς σημεῖον, δύνουσάν τε καὶ ἀνατέλλουσαν εἰς χρείαν τῶν ἀνθρώπων, καὶ ἐλάττονα οὖσαν τοῦ ἡλίου, αὐξομένην τε καὶ μειουμένην, καὶ ἐκλείψεις ἔχουσαν. διὸ οὐ νενόμισται τὴν σελήνην εἶναι θεὰν ἀλλ’ ἔργον Θεοῦ. Οἱ δὲ νομίζοντες τὸν ἄνθρωπον εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν κινούμενον κατὰ ἀνάγκην, καὶ τρεφόμενον καὶ γηράσκοντα, καὶ μὴ θέλοντος αὐτοῦ. καί ποτε μὲν χαίρει, ποτὲ δὲ λυπεῖται, δεόμενος βρωμάτων καὶ ποτοῦ καὶ ἐσθῆτος. εἶναι δὲ αὐτὸν ὀργίλον καὶ ζηλωτὴν καὶ ἐπιθυμητήν, καὶ μεταμελόμενον, καὶ πολλὰ ἐλαττώματα ἔχοντα. φθείρεται δὲ κατὰ πολλοὺς τρόπους, ὑπὸ στοιχείων καὶ ζῴων, καὶ τοῦ ἐπικειμένου αὐτῷ θανάτου. οὐκ ἐνδέχεται οὖν εἶναι τὸν ἄνθρωπον θεὸν ἀλλ’ ἔργον Θεοῦ. πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἱ Χαλδαῖοι, ὀπίσω τῶν ἐπιθυμημάτων αὐτῶν. σέβονται γὰρ τὰ φθαρτὰ στοιχεῖα καὶ τὰ νεκρὰ ἀγάλματα, καὶ οὐκ αἰσθάνονται ταῦτα θεοποιούμενοι.