Ancient Greek
Chapter 29
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 29.262
Not analysed yet
Κατ’ ἐκεῖνο δὲ καιροῦ πανήγυρις ἦν τῶν ψευδωνύμων θεῶν δημοτελὴς ἐν τῇ πόλει ἐκείνῃ· ἔδει δὲ τὸν βασιλέα παρεῖναι τῇ ἑορτῇ καὶ θυσιῶν δαψιλείᾳ ταύτην κοσμῆσαι. ἀλλ’ ἐδεδίεσαν οἱ νεωκόροι, ὁρῶντες αὐτὸν ἀμελῶς περὶ τὸ σέβας αὐτῶν καὶ χλιαρῶς διακείμενον, μή ποτε ἀμελήσειε τῆς ἐν τῷ ναῷ παρουσίας, καὶ στερηθεῖεν αὐτοὶ τῆς διδομένης αὐτοῖς βασιλικῆς δωρεᾶς καὶ τῶν λοιπῶν προσόδων.