Ancient Greek · ~4 min
Chapter 29
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 29.263
Not analysed yet
ἀναστάντες οὖν καταλαμβάνουσιν ἄντρον ἐν βαθυτάτῃ διακείμενον τῇ ἐρήμῳ, ἔνθα κατῴκει ἀνήρ τις μαγικαῖς σχολάζων τέχναις, καὶ τῆς εἰδωλικῆς πλάνης θερμότατος ὑπάρχων προασπιστής· Θευδᾶς ὄνομα αὐτῷ· ὃν καὶ ὁ βασιλεὺς ἐτίμα διαφερόντως, καὶ φίλον ἡγεῖτο καὶ διδάσκαλον, διὰ τῆς αὐτοῦ λέγων μαντείας εὐθενουμένην προκόπτειν τὴν αὐτοῦ βασιλείαν· ὡς εἰς αὐτὸν τοίνυν οἱ μὴ ἱερεῖς τῶν εἰδώλων ἀφικόμενοι τοῦτον εἰς βοήθειαν προσεκαλοῦντο, καὶ τὴν ἐγγινομένην τῷ βασιλεῖ τῶν θεῶν κατάγνωσιν δήλην ἐποίουν, οἷά τε ὁ τοῦ βασιλέως πεποιήκει υἱός, οἷα δὲ κατ’ αὐτῶν ὁ Ναχὼρ δεδημηγορήκει, καὶ ὡς, Εἰ μὴ αὐτός, φασίν, ἐλεύσῃ βοηθήσων ἡμῖν, πᾶσα ἐξέλιπεν ἐλπίς, πάντα ἀπόλωλε τὰ τῶν θεῶν σεβάσματα· σὺ γὰρ μόνος ἡμῖν ὑπελείφθης τῆς συμφορᾶς παραμύθιον, καὶ ἐπὶ σοὶ τὰς ἐλπίδας ἐθέμεθα. Ἐκστρατεύει τοίνυν ὁ Θευδᾶς μετὰ τῆς συμπαρούσης αὐτῷ σατανικῆς στρατιᾶς, καὶ κατὰ τῆς ἀληθείας ὁπλίζεται, πολλὰ τῶν πονηρῶν πνευμάτων καλέσας, ἃ πρὸς τὰ φαῦλα συνεργεῖν οἶδε προθύμως, καὶ οἷς ἐκεῖνος ἀεὶ διακόνοις ἐχρῆτο· μεθ’ ὧν παραγίνεται πρὸς τὸν βασιλέα. Ὡς δὲ ἐμηνύθη τῷ βασιλεῖ ἡ ἄφιξις αὐτοῦ, καὶ εἰσῆλθε, ῥάβδον μὲν κατέχων βαϊνήν, μηλωταρίον δὲ περιεζωσμένος, ἀνέστη ὁ βασιλεὺς τοῦ θρόνου,