Ancient Greek
Chapter 29
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 29.266
Not analysed yet
καί φησι τῷ Θευδᾷ· Ἰδοὺ δή, καθὰ ἐκέλευσας, οὐδεμίαν ἐνελίπομεν σπουδὴν ἐπὶ τῇ λαμπροφορίᾳ τῆς πανηγύρεως καὶ δαψιλείᾳ τῶν θυσιῶν. καιρὸς οὖν ἤδη τὰ ἐπηγγελμένα πληρῶσαι καὶ τὸν ἀποστατήσαντα τῶν ἡμετέρων σεβασμάτων υἱόν μου τῆς πλάνης ἀναρρύσασθαι τῶν Χριστιανῶν, καὶ τοῖς εὐμενέσι καταλλάξαι θεοῖς. ἐγὼ γὰρ τέχνην πᾶσαν καὶ χεῖρα κινήσας οὐδεμίαν εὗρον τοῦ κακοῦ θεραπείαν· ἀλλὰ πάντων κρείττονα τὴν αὐτοῦ γνώμην ἐθεασάμην. εἰ πράως αὐτῷ ἐνέτυχον καὶ ἠπίως, οὐδὲ τὸν νοῦν μοι προσέχοντα ὅλως εὕρισκον· εἰ αὐστηρῶς ἐχρησάμην καὶ ἐμβριθῶς, εἰς ἀπόνοιαν μᾶλλον αἰρόμενον ἐθεώρουν. τῇ σῇ λοιπὸν σοφίᾳ τὰ τῆς ἐπελθούσης μοι συμφορᾶς ἀνατίθημι. εἰ οὖν, ταύτης ἀπαλλαγεὶς διὰ σοῦ, τὸν ἐμὸν αὖθις ὄψομαι υἱὸν σὺν ἐμοὶ τοῖς θεοῖς μου λατρεύοντα καὶ τῶν ἐπιθυμιῶν τῆς ἐνηδόνου ζωῆς ταύτης καὶ βασιλείας ἀπολαύοντα, στήλην σοι ἀνεγείρας χρυσῆν, ἴσα θεοῖς θήσομαι παρὰ πάντων τιμᾶσθαι εἰς τὸν ἐπιόντα ἀτελεύτητον χρόνον. Ὁ Θευδᾶς τοίνυν οὖς εὐήκοον ὑποκλίνας τῷ πονηρῷ, καὶ παρ’ ἐκείνου μυηθεὶς βουλὴν πονηρὰν καὶ ὀλέθριον, γλῶσσά τε καὶ στόμα αὐτῷ γενόμενος, φησὶ πρὸς τὸν βασιλέα·