Ancient Greek
Chapter 29
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 29.267
Not analysed yet
Εἰ χειρώσασθαι τὸν σὸν βούλει υἱόν, καὶ κενὴν αὐτῷ τὴν ἔνστασιν θεῖναι, εὕρηταί μοι τέχνη πρὸς ἣν οὐδὲ ἀντέχειν δυνατὸς ἔσται, ἀλλὰ ῥᾷον μαλαχθήσεται ὁ ἀτεράμων καὶ ἀμείλικτος αὐτοῦ λογισμὸς ἢ κηρὸς πυρκαϊᾷ σφοδροτάτῃ ὁμιλήσας. ὁ δὲ βασιλεύς, τὸν μάταιον οὕτω διακενῆς φυσῶντα ἰδών, πρὸς ἡδονὴν εὐθὺς καὶ φαιδρότητα μετεβάλλετο, ἐλπίσας τὴν ἀκόλαστον ἐκείνην καὶ θρασεῖαν γλῶσσαν τῆς θεοδιδάκτου καὶ φιλοσοφίας γεμούσης περιγενέσθαι ψυχῆς. Καὶ τίς ἡ τέχνη μαθεῖν ἤρετο. τότε Θευδᾶς ὡσεὶ ξυρὸν ἠκονημένον ὑφαίνει τὸ κακούργημα καὶ δεινῶς ἀρτύει τὰ φάρμακα. καὶ ὅρα σόφισμα κακότεχνον καὶ ὑποβολὴν τοῦ πονηροῦ. Πάντας, φησίν, ὦ βασιλεῦ, τοὺς παρισταμένους τῷ υἱῷ σου καὶ ὑπηρετοῦντας μακρύνας ἀπ’ αὐτοῦ, γυναῖκας εὐειδεῖς καὶ λίαν περικαλλεῖς, καὶ κεκοσμημένας εἰς τὸ ἐπαγωγότερον, συνεῖναι αὐτῷ διηνεκῶς καὶ καθυπηρετεῖν, συνδιαιτᾶθαί τε καὶ συναυλίζεσθαι, πρόσταξον. ἐγὼ δέ, τῶν πνευμάτων ἓν τῶν εἰς τὰ τοιαῦτά μοι τεταγμένων ἐπαποστείλας αὐτῷ, βιαιότερον τὸ τῆς ἡδονῆς πῦρ ἀνάψω. καὶ ἅμα τῷ συγγενέσθαι αὐτὸν μιᾷ καὶ μόνῃ τῶν τοιούτων γυναικῶν, εἰ μὴ πάντα ἕξει σοι κατὰ γνώμην, παροπτέος ἐγὼ τὸ λοιπόν σοι καὶ ἄχρηστος, καὶ τιμωριῶν μεγίστων, οὐ τιμῶν, ἄξιος.