Ancient Greek
Chapter 30
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 30.282
Not analysed yet
καί τινες ἐλεεινῶς τῷ πυρὶ κατακαιόμενοι. καὶ φωνὴ ἠκούετο λέγουσα· Οὗτος ὁ τόπος τῶν ἁμαρτωλῶν· αὕτη ἡ κόλασις τῶν πράξεσιν αἰσχραῖς ἑαυτοὺς μολυνάντων· ἐπὶ τούτοις ἐξήγαγον αὐτὸν ἐκεῖθεν οἱ καὶ εἰσαγαγόντες. καὶ εἰς ἑαυτὸν εὐθὺς ἐλθὼν ἔντρομος ἦν ὅλος· δάκρυα δὲ ποταμηδὸν κατέδυον οἱ ὀφθαλμοὶ αὐτοῦ. πᾶσα δὲ ἡ ὡραιότης τῆς ἀκολάστου κόρης ἐκείνης καὶ τῶν λοιπῶν δυσωδεστέρα βορβόρου καὶ σαπρίας αὐτῷ λελόγιστο. στρέφων δὲ ἐν τῇ ψυχῇ τῶν ὁραθέντων τὴν μνήμην, τῷ πόθῳ τῶν ἀγαθῶν καὶ τῷ φόβῳ τῶν ἀνιαρῶν ἐκείνων ἐπὶ τῆς κλίνης κατέκειτο ἥκιστα ἐγερθῆναι δυνάμενος. Ἀνηγγέλθη δὲ τῷ βασιλεῖ ἡ τοῦ υἱοῦ ἀρρωστία. καὶ ὃς ἐλθὼν ἐπηρώτα τί τὸ συμβάν. ὁ δὲ τὰ ὁραθέντα αὐτῷ διηγεῖται, καί φησιν· Ἱνατί παγίδα ἡτοίμασας τοῖς ποσί μου, καὶ κατέκαμψας τὴν ψυχήν μου; εἰ μὴ γὰρ Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησεν ἂν τῷ ᾅδῃ ἡ ψυχή μου. ἀλλ’ ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ· ὃς καὶ τὴν ἐμὴν ἐρρύσατο ταπείνωσιν ἐκ μέσου σκύμνων. ἐκοιμήθην γὰρ τεταραγμένος. ἀλλ’ ἐπεσκέψατό με ἐξ ὕψους ὁ Θεός μου καὶ Σωτήρ μου, καὶ ἔδειξέ μοι οἵων ἀγαθῶν ἀπεστέρησαν ἑαυτοὺς οἱ παροργίζοντες αὐτόν, οἵων δὲ κολάσεων ὑπευθύνους εἰργάσαντο. καὶ νῦν, ὦ πάτερ, ἐπεί σου τὰ ὦτα ἔβυσας τοῦ μὴ ἀκοῦσαί μου τῆς φωνῆς τῆς τὰ ἀγαθά σοι ἐπᾳδούσης,