Ancient Greek
Chapter 30
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 30.283
Not analysed yet
κἂν ἐμὲ μὴ κώλυε τὴν εὐθεῖαν βαδίσαι ὁδόν. τοῦτο γὰρ ποθῶ, τούτου ἐφίεμαι, τοῦ πάντων ἀπαλλαγῆναι, καὶ τόπους καταλαβεῖν ἔνθα Βαρλαὰμ ὁ τοῦ Χριστοῦ θεράπων τὰς οἰκήσεις ἔχει, καὶ σὺν αὐτῷ τὸ λοιπὸν τῆς παρούσης μου διανῦσαι ζωῆς. εἰ δὲ βίᾳ κατασχεῖν με θελήσειας, ὄψει με θᾶττον τῇ λύπῃ καὶ ἀδημονίᾳ νεκρόν· καὶ οὔτε σὺ τὸ λοιπὸν πατὴρ κληθήσῃ, οὔτε υἱόν με ἔτι ἕξεις.