Ancient Greek
Chapter 31
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 31.285
Not analysed yet
κἀκείνης πεῖραν ληψόμεθα· ἴσως εὕρω τινὰ τοῦ κακοῦ λύσιν. Αἰτησαμένου δὲ τοῦ Θευδᾶ εἰς ὁμιλίαν ἐλθεῖν τοῦ υἱοῦ, ἕωθεν συμπαραλαβὼν αὐτόν, ὁ βασιλεὺς εἰς ἐπίσκεψιν ἀπέρχεται τοῦ υἱοῦ. καὶ καθίσας λόγους ἐκίνησεν ὁ βασιλεύς, ὀνειδίζων αὐτὸν καὶ μεμφόμενος ἐπὶ τῇ ἀνηκοΐᾳ αὐτοῦ καὶ ἀνενδότῳ γνώμῃ. ἐκείνου δὲ τὰ αὐτὰ αὖθις βεβαιοῦντος καὶ μηδὲν προτιμᾶν τῆς Χριστοῦ ἀγάπης βοῶντος, παρελθὼν εἰς μέσον, ὁ Θευδᾶς ἔφη· Τί κατέγνως, ὦ Ἰωάσαφ, τῶν ἀθανάτων ἡμῶν θεῶν, ὅτι τῆς αὐτῶν ἀπέστης λατρείας, καί, τὸν σὸν πατέρα καὶ βασιλέα οὕτως παροργίζων, μισητὸς παντὶ γέγονας τῷ λαῷ; οὐχὶ παρ’ αὐτῶν σοι τὸ ζῆν; οὐκ αὐτοὶ παρέσχον σε τῷ πατρί, τῆς αὐτοῦ ἀκούσαντες εὐχῆς καὶ τῶν τῆς ἀτεκνίας δεσμῶν λυτρωσάμενοι; πολλὰς δὲ ματαιολογίας καὶ ἀνωφελεῖς προτάσεις ὁ ἐν κακοῖς γηράσας προβαλλόμενος, καὶ συλλογισμοὺς ῥάπτων περὶ τοῦ κηρύγματος τοῦ Εὐαγγελίου, βουλόμενος τοῦτο μὲν χλευάζειν, τὰ δὲ τῶν εἰδώλων κρατύνειν, ὀλίγον ἐπισχὼν ὁ τῆς ἄνω βασιλείας υἱός, καὶ τῆς πόλεως ἐκείνης πολίτης ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, φησὶ πρὸς τὸν Θευδᾶν. Ἄκουσον, ὦ πλάνης βυθὲ καὶ ψηλαφητοῦ σκότους ζοφωδέστερε, τὸ Βαβυλώνιον σπέρμα, τὸ τῆς Χαλανικῆς πυργοποιΐας ἔκγονον, δι’ ἧς ὁ κόσμος συνεχύθη, ματαιόφρον καὶ ἄθλιε γέρον,