Ancient Greek
Chapter 31
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 31.284
Not analysed yet
πάντες οἱ τοῦ ἀέρος ἄρχοντες καὶ κοσμοκράτορες τοῦ σκότους, πρὶν ἢ τελείως αὐτὸ τυπωθῆναι. ὅθεν καὶ τῷ νεανίσκῳ τούτῳ ἐπιπεσόντες δεινῶς ἐταράξαμεν· ὁ δέ, τὸν Χριστὸν ἐπικαλεσάμενος εἰς συμμαχίαν καὶ τῷ σημείῳ τοῦ σταυροῦ καθοπλίσας ἑαυτόν, ἡμᾶς τε διώσατο μετ’ ὀργῆς καὶ ἀσφάλειαν ἑαυτῷ ἔθετο. μὴ μελλήσαντες οὖν εὕρομεν ὄργανον, δι’ οὗ καὶ τῷ πρωτοπλάστῳ ὁμιλήσας ποτὲ ὁ ἄρχων ἡμῶν τοῦτον ἐχειρώσατο. καὶ δὴ παρ’ οὐδὲν ἐθέμεθα ἂν καὶ ἡμεῖς κενὴν τὴν ἐλπίδα τοῦ νέου, ἀλλ’ ἐπικληθεὶς αὖθις ὁ Χριστὸς εἰς συμμαχίαν, πυρὶ τῆς ἄνωθεν ὀργῆς ἡμᾶς καταφλέξας, φυγάδας εἰργάσατο. καὶ ἔγνωμεν μηκέτι πλησιάσαι αὐτῷ. οὕτω μὲν οὖν τὰ πονηρὰ πνεύματα σαφῶς ἐγνώρισε τῷ Θευδᾷ τὰ γεγενημένα. Ὁ δὲ βασιλεύς, πάντοθεν ἀπορούμενος, τὸν Θευδᾶν αὖθις προσκαλεῖται, καί φησι· Τὰ μὲν δεδογμένα σοι, σοφώτατε, πάντα πληρώσαντες, οὐδεμίαν τὴν ὠφέλειαν εὕρομεν· νυνὶ δέ, εἴ τίς σοι ἑτέρα ὑπολέλειπται ἐπίνοια,