Ancient Greek · ~6 min
Chapter 31
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 31.288
Not analysed yet
μᾶλλον δὲ οὐδὲ νεκρὸν ἂν εἴη δίκαιον καλεῖσθαι τὸ εἴδωλον. πῶς γὰρ ἂν νεκρὸν εἴη τὸ μηδέποτε ζῆσαν; ἀλλά τι καινὸν ἔδει ἐφευρεῖν αὐτῷ ὄνομα καὶ τῆς τοσαύτης παραφροσύνης ἐπάξιον. ὁ μὲν γὰρ λίθινος θρύπτεται, ὁ δὲ ὀστράκινος κατάγνυται, ὁ χαλκοῦς ἰοῦται, ὁ χρυσοῦς καὶ ὁ ἀργυροῦς χωνεύεται. ἀλλὰ καὶ πιπράσκονται οἱ θεοί σου, οἱ μὲν εὐώνως, οἱ δὲ τιμῆς ὅτι πλείστης. οὐχ ἡ θεότης γὰρ αὐτοῖς, ἀλλ’ ἡ ὕλη τὴν πολυτέλειαν δίδωσι. Θεὸν δὲ τίς ἀγοράζει; Θεὸν τίς πωλεῖ; θεὸς δὲ ἀκίνητος πῶς ὀνομάζεται θεός; ἢ οὐχ ὁρᾷς ὅτι ὁ μὲν ἑστὼς οὐδέποτε καθέζεται, ὁ δὲ καθεζόμενος οὐδέποτε ἀνίσταται; Αἰσχύνθητι, ἀνόητε, χεῖρα θὲς ἐπὶ στόματι σῷ, μεμωραμένε, τὰ τοιαῦτα ἐπαινῶν. τῆς ἀληθείας γὰρ ἀλλοτριωθείς, ψευδέσι τύποις ἐπλανήθης, ἀγάλματα πλάττων, καὶ τοῖς ἔργοις τῶν χειρῶν σου Θεοῦ περιτιθεὶς ὄνομα. ἀνάνηψον, ἄθλιε, καὶ σύνες ὅτι πρεσβύτερος εἶ τοῦ ὑπὸ σοῦ γενομένου θεοῦ. ταῦτα πολλῆς ἐστι μανίας. πέπεικας δὲ σαυτόν, ἄνθρωπος ὤν, Θεὸν δύνασθαι ποιεῖν. καὶ πῶς ἐνδέχεται τοῦτο γενέσθαι; ὥστε οὐ Θεὸν ποιεῖς, ἀλλὰ μόρφωμα ἀνθρώπου ἢ ζῴου τινός, μὴ γλῶσσαν ἔχον, μὴ λάρυγγα, μὴ ἐγκέφαλον, μήτε τῶν ἐντός τι· ὥστε οὔτε ἀνθρώπου ἐστὶν ὁμοίωμα, οὔτε ζῴου, ἀλλ’ ἄχρηστον πάντη καὶ ματαιότητος πλῆρες. τί οὖν τὰ ἀναίσθητα κολακεύεις; τί τοῖς ἀκινήτοις καὶ ἀνωφελέσι προσκάθησαι; εἰ μὴ τέχνη παρῆν τοῦ λιθοξόου ἢ τοῦ τέκτονος ἢ τοῦ σφυροκόπου, θεὸν οὐκ ἂν εἶχες. εἰ μὴ φύλακες παρεκάθηντο, ἀπώλεσας ἂν τὸν θεόν σου. ᾧ γὰρ πολλάκις πόλις πολυάνθρωπος ἀφρόνων εὔχεται