Ancient Greek · ~5 min
Chapter 31
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 31.289
Not analysed yet
ὡς θεῷ διαφυλαχθῆναι, τούτῳ ὀλίγοι παραμένουσι φύλακες ἵνα μὴ κλαπῇ. καὶ εἰ μὲν ἀργυροῦς ἢ χρυσοῦς ἔσται, ἐπιμελῶς φυλάσσεται· ἐὰν δὲ ᾖ λίθινος ἢ πήλινος, ἢ ἄλλης τινὸς τοιαύτης εὐτελεστέρας ὕλης, ἑαυτὸν φυλάσσει· ἰσχυρότερος γὰρ ἴσως ἐστὶν ὁ πήλινος τοῦ χρυσοῦ καθ’ ὑμᾶς. Οὐκ εἰκότως ἐστὶν ὑμᾶς τοὺς ἄφρονας, τυφλοὺς καὶ ἀσυνέτους, δικαίως καταγελᾶσθαι, μᾶλλον δὲ πενθεῖσθαι; μανίας γὰρ τὰ ἔργα ὑμῶν, οὐκ εὐσεβείας ἐστίν. ὁ μὲν γὰρ πόλεμον ἀσκήσας, στρατιωτικῆς ἀντίμιμον ἰδέας ξόανον ἱδρύσας, ἐκάλεσεν Ἄρην· ὁ δὲ γυναικομανοῦς ἐπιθυμίας τὴν ψυχὴν ἀνατυπωσάμενος, ἐθεοποίησε τὸ πάθος, Ἀφροδίτην προσαγορεύσας. ἄλλος, τῆς ἑαυτοῦ φιλοινίας ἕνεκεν, ἔπλασεν εἴδωλον, ὅπερ ἐκάλεσε Διόνυσον. ὁμοίως δὲ καὶ τῶν ἄλλων κακῶν ἐπιθυμηταὶ τῶν ἰδίων παθῶν ἕστησαν εἴδωλα· τὰ πάθη γὰρ αὐτῶν θεοὺς ὠνόμασαν. καὶ διὰ τοῦτο παρὰ τοῖς αὐτῶν βωμοῖς ἡδυπαθεῖς εἰσιν ὀρχήσεις, πορνικῶν ἀσμάτων ἦχοι καὶ μανιώδεις ὁρμαί. τίς δὲ αὐτῶν καθεξῆς τὴν βδελυρὰν ἐξείποι πρᾶξιν; τίς ἀνέξεται, τὰς ἐκείνων αἰσχρολογίας καταλέγων, τὸ ἑαυτοῦ μολῦναι στόμα; ἀλλὰ πᾶσι δῆλα, κἂν ἡμεῖς σιωπῶμεν. ταῦτά σου τὰ σεβάσματα, Φευδᾶ τῶν ξοάνων σου ἀναισθητότερε, τούτοις με ἐπιτρέπεις προσκυνεῖν, ταῦτα σέβεσθαι. τῆς σῆς ὄντως κακουργίας καὶ ἀσυνέτου γνώμης ἡ βουλή· ἀλλ’ ὅμοιος αὐτῶν γένοιο, σύ τε καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.