Ancient Greek
Chapter 33
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 33.309
Not analysed yet
ἐντεῦθεν, τοῦ Θεοῦ συνεργοῦντος, ἡ εὐσέβεια ηὐξάνετο ἐν αὐτοῖς καὶ ἐπεδίδου. καὶ ὅλως ἦν τῶν τοῦ Χριστοῦ ἐντολῶν καὶ τῆς αὐτοῦ ἀγάπης ἐξηρτημένος ὁ βασιλεύς, οἰκονόμος τε τοῦ λόγου τῆς χάριτος, καὶ ψυχῶν κυβερνήτης πολλῶν, εἰς τὸν λιμένα τοῦ Θεοῦ ταύτας καθορμίζων. ᾔδει γὰρ τοῦτο εἶναι πρὸ πάντων βασιλέως ἔργον, ἵνα τοὺς ἀνθρώπους διδάξῃ τὸν Θεὸν φοβεῖσθαι καὶ τὸ δίκαιον τηρεῖν. ὃ δὴ καὶ ἐποίει· ἑαυτόν τε εἰς τὸ βασιλεῦσαι τῶν παθῶν καταρτίζων, καὶ τοῖς ὑπ’ αὐτὸν ὡς κυβερνήτης ἄριστος διακατέχων ἀκριβῶς τῆς εὐνομίας τοὺς οἴακας. τοῦτο γὰρ ὅρος ἀληθινῆς βασιλείας, τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἡδονῶν· ὅπερ ἐκεῖνος ἐποίει. ἐπὶ προγόνων μέντοι εὐγενείᾳ καὶ τῇ περὶ αὐτὸν οὔσῃ βασιλικῇ δόξῃ μηδόλως ἐναβρυνόμενος, εἰδὼς ὅτι πήλινον ἔχομεν πάντες τοῦ γένους προπάτορα, καὶ τοῦ αὐτοῦ φυράματος ἐσμὲν πλούσιοί τε καὶ πένητες, ἐν ἀβύσσῳ δὲ ταπεινοφροσύνης ἀεὶ τὸν νοῦν ἐμβάλλων, καὶ τῆς ἐκεῖθεν μακαριότητος μεμνημένος, πάροικον μὲν ἑαυτὸν τῶν ἐνταῦθα ἐλογίζετο, ἐκεῖνα δὲ ἐγίνωσκεν ἴδια εἶναι ὧν ἂν μετὰ τὴν ἐνθένδε τύχοι ἐκδημίαν. ἐπεὶ δὲ πάντα καλῶς εἶχεν αὐτῷ,