Ancient Greek
Chapter 33
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 33.310
Not analysed yet
καὶ, πάντας τοὺς ὑπὸ χεῖρα τῆς παλαιᾶς ἀπαλλάξας πλάνης πατροπαραδότου, δούλους εἰργάσατο τοῦ ἐξαγοράσαντος ἡμᾶς τῆς πονηρᾶς δουλείας τῷ τιμίῳ αὐτοῦ αἵματι, δεύτερον ἐννοεῖ ἔργον, τὴν τῆς εὐποιΐας ἀρετήν. σωφροσύνη γὰρ καὶ δικαιοσύνη ἤδη προκατώρθωτο αὐτῷ, ὡς τὸν στέφανον τῆς σωφροσύνης ἀναδησαμένῳ καὶ τὴν πορφύραν τῆς δικαιοσύνης ἀμφιασαμένῳ. ἐνενόει οὖν τοῦ ἐπιγείου πλούτου τὸ ἄστατον ποταμίων ὑδάτων μιμεῖσθαι τὸν δρόμον. ἐκεῖ τοίνυν ἔσπευδε τοῦτον ἀποθέσθαι, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσι. καὶ δὴ ἤρξατο πάντα τοῖς πένησι διανέμειν τὰ χρήματα, μηδόλως αὐτῶν φειδόμενος. ᾔδει γὰρ ὡς ὁ μεγάλης ἐξουσίας ἐπιλαβόμενος τὸν δοτῆρα τῆς ἐξουσίας ὀφείλει μιμεῖσθαι κατὰ δύναμιν, ἐν τούτῳ δὲ μάλιστα τὸν Θεὸν μιμήσεται, ἐν τῷ μηδὲν ἡγεῖσθαι τοῦ ἐλεεῖν προτιμότερον. ὑπὲρ χρυσίον οὖν καὶ λίθον τίμιον τῆς εὐποιΐας τὸν πλοῦτον ἑαυτῷ συναθροίζων ἦν, τὸν καὶ ὧδε κατευφραίνοντα τῇ ἐλπίδι τῆς μελλούσης ἀπολαύσεως, κἀκεῖ καταγλυκαίνοντα τῇ πείρᾳ τῆς ἐλπισθείσης μακαριότητος. ἐντεῦθεν ἠρευνῶντο αὐτῷ φυλακαί, οἱ ἐν μετάλλοις κατακεκλεισμένοι, οἱ ὑπὸ δανειστῶν συμπνιγόμενοι· καί, πᾶσιν ἀφθόνως ἐπιχορηγῶν πάντα, πατὴρ ἦν ἁπάντων τῶν ὀρφανῶν τε καὶ χηρῶν καὶ πενήτων,