Ancient Greek · ~5 min
Chapter 34
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 34.315
Not analysed yet
τὴν συντριβὴν τῆς καρδίας ἵλεῳ καὶ εὐμενεῖ ὄμματι· καὶ κατὰ τὴν ἀψευδῆ σου ἐπαγγελίαν γενοῦ μετ’ ἐμοῦ τοῦ γινώσκοντος καὶ ὁμολογοῦντός σε ποιητὴν καὶ προνοητὴν πάσης κτίσεως. πηγασάτω ἐν ἐμοὶ τὸ σὸν ἁλλόμενον ὕδωρ· καὶ δοθήτω μοι λόγος ἐν ἀνοίξει τοῦ στόματος, καὶ νοῦς καλῶς ἡδρασμένος ἐν σοὶ τῷ ἀκρογωνιαίῳ λίθῳ, ἵνα δυνήσομαι ὁ ἀχρεῖος οἰκέτης σου καταγγεῖλαι τῷ ἐμῷ γεννήτορι, ὡς δεῖ, τὸ μυστήριον τῆς σῆς οἰκονομίας, καὶ ἀποστῆσαι αὐτὸν τῇ σῇ δυνάμει τῆς ματαίας πλάνης τῶν πονηρῶν δαιμόνων, καὶ προσαγαγεῖν σοι τῷ Θεῷ καὶ δεσπότῃ, τῷ μὴ βουλομένῳ τὸν θάνατον ἡμῶν τῶν ἁμαρτωλῶν, ἀλλ’ ἀναμένοντι τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν, ὅτι δεδοξασμένος εἶ εἰς τοὺς αἰῶνας. ἀμήν. Οὕτως εὐξάμενος καὶ πληροφορίαν λαβὼν μὴ διαμαρτεῖν τοῦ ποθουμένου, τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ θαρρήσας, ἐξάρας ἐκεῖθεν μετὰ τῆς βασιλικῆς δορυφορίας, τὰ βασίλεια καταλαμβάνει τοῦ ἰδίου πατρός. ὡς δὲ τῷ πατρὶ ἀνηγγέλη ἡ ἄφιξις τοῦ υἱοῦ, ἐξέρχεται εὐθὺς εἰς συνάντησιν αὐτῷ, περιπλέκεται, καταφιλεῖ, μεγίστην ποιεῖται χαρὰν καὶ δημοτελῆ ἑορτὴν ἐπὶ τῇ παρουσίᾳ τοῦ υἱοῦ αὐτοῦ. Τί δὲ τὸ μετὰ ταῦτα; συγκαθέζονται καταμόνας ἀλλήλοις. καὶ τί ἄν τις εἴποι ἅπερ διείλεκται τότε τῷ βασιλεῖ ὁ υἱὸς καὶ μεθ’ ὅσης τῆς φιλοσοφίας; Τί δὲ ἄλλο γε ἢ τὰ τῷ θείῳ Πνεύματι αὐτῷ