Ancient Greek · ~5 min
Chapter 34
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 34.316
Not analysed yet
ὑπηχούμενα, δι’ οὗ οἱ ἁλιεῖς σαγηνεύουσι τῷ Χριστῷ τὸν κόσμον ὅλον, καὶ οἱ ἀγράμματοι τῶν σοφῶν σοφώτεροι δείκνυνται. τῇ τούτου χάριτι καὶ αὐτὸς σοφισθεὶς ἐλάλει τῷ βασιλεῖ καὶ πατρί, φωτίζων αὐτὸν φῶς γνώσεως. καὶ πρότερον γάρ, πολλὰ κοπιάσας τοῦ ἑλκῦσαι τῆς δεισιδαίμονος πλάνης τὸν πατέρα, τί μὲν οὐ λέγων, τί δὲ οὐ ποιῶν, ὥστε τοῦτον ἐπαναγαγέσθαι, κενὴν ψάλλειν ἐῴκει, καὶ εἰς ὦτα λέγειν μὴ ἀκουόντων· ὅτε δὲ ἐπέβλεψεν ὁ Κύριος ἐπὶ τὴν ταπείνωσιν τοῦ δούλου αὐτοῦ Ἰωάσαφ, καί, τῆς δεήσεως αὐτοῦ ὑπακούσας, τὰς κεκλεισμένας πύλας τῆς καρδίας τοῦ πατρὸς αὐτοῦ διήνοιξε ʽθέλημα γάρ, φησί, τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεταἰ, ῥᾳδίως τὰ λεγόμενα συνίει ὁ βασιλεύς· ὥστε, καιροῦ εὐθέτου τυχόντα, τὸν υἱὸν τῇ τοῦ Χριστοῦ χάριτι κατὰ τῶν πονηρῶν ἆραι νίκην πνευμάτων τῶν κυριευσάντων τῆς ψυχῆς τοῦ πατρὸς αὐτοῦ, καὶ τῆς τούτων πλάνης τέλεον ἐλευθερῶσαι αὐτόν, τὸν σωτήριον δὲ τρανῶς γνωρίσαι λόγον καὶ τῷ ἐν οὐρανοῖς οἰκειῶσαι ζῶντι Θεῷ. Ἐξ ἀρχῆς γὰρ τὸν λόγον ἀναλαβών, ἀνήγγειλεν αὐτῷ ἃ οὐκ ᾔδει μεγάλα καὶ θαυμαστά, ἃ τοῖς ὠσὶ τῆς καρδίας οὐκ ἀκηκόει, πολλὰ μὲν αὐτῷ περὶ Θεοῦ φθεγξάμενος καὶ τὴν εὐσέβειαν