Ancient Greek
Chapter 37
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 37.338
Not analysed yet
καὶ οὕτως ἐξεκαύθη τῷ δίψει, κατὰ τὸν εἰπόντα· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ Θεός· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα· καὶ καθὼς ἡ τετρωμένη τῆς τοιαύτης ἀγάπης ψυχὴ βοᾷ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων· Ἐκαρδίωσας ἡμᾶς τῷ πόθῳ σου, ἐκαρδίωσας ἡμᾶς· καί· Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου· ἡ γὰρ φωνή σου φωνὴ ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία. Ταύτης τῆς ἀνεκλαλήτου ὡραιότητος Χριστοῦ τὸν πόθον ἐν καρδίᾳ δεξάμενος ὁ τῶν ἀποστόλων χορὸς καὶ τῶν μαρτύρων οἱ δῆμοι πάντων ὑπερεῖδον τῶν ὁρωμένων, πάσης δὲ ζωῆς τῆς προσκαίρου, καὶ τὰ μυρία τῶν βασάνων καὶ θανάτων εἴδη προείλοντο, ἐρασθέντες τοῦ θείου κάλλους καὶ τὸ περὶ ἡμᾶς τοῦ θείου Λόγου λογισάμενοι φίλτρον. τοῦτο τὸ πῦρ καὶ ὁ καλὸς οὗτος καὶ εὐγενὴς μὲν τῷ σώματι, εὐγενέστατος δὲ μᾶλλον καὶ βασιλικώτατος τὴν ψυχήν, ἐν ἑαυτῷ δεξάμενος, πάντων ὁμοῦ τῶν γηίνων καταφρονεῖ, πατεῖ πάσας τὰς τοῦ σώματος ἡδονάς, ὑπερορᾷ πλούτου καὶ δόξης καὶ τῆς παρὰ ἀνθρώπων τιμῆς, ἀποτίθεται διάδημα καὶ ἁλουργίδα, τῶν ἀραχνίων ὑφασμάτων εὐτελέστερα ταῦτα λογισάμενος, πρὸς πάντα δὲ τὰ ἐπίπονα καὶ λυπηρὰ τοῦ ἀσκητικοῦ βίου προθύμως ἑαυτὸν ἐκδίδωσιν, Ἐκολλήθη, βοῶν, ὦ Χριστέ μου, ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου·