Ancient Greek
Chapter 37
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 37.339
Not analysed yet
ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Καὶ οὕτως ἀμεταστρεπτὶ χωρήσας εἰς τὸ τῆς ἐρήμου βάθος, καὶ ὡς ἄχθος τι καὶ κλοιὸν βαρύτατον ἀποθέμενος τῶν προσκαίρων τὴν σύγχυσιν, εὐφράνθη τῷ πνεύματι, καὶ τῷ ποθουμένῳ ἀτενίσας Χριστῷ, ἐβόα πρὸς αὐτόν, ὡς παρόντι καὶ τῆς φωνῆς ἐπαΐοντι διαλεγόμενος· Μὴ τὰ ἀγαθά, φησί, τοῦ κόσμου τούτου ἴδοι ὁ ὀφθαλμός μου ἔτι, Κύριε· μὴ μετεωρισθείην ἀπὸ τῆς δεῦρο τὸν νοῦν ὑπὸ τῆς παρούσης ματαιότητος· ἀλλ’ ἔμπλησον τοὺς ὀφθαλμούς μου, Κύριε, δακρύων πνευματικῶν καὶ κατεύθυνον τὰ διαβήματά μου, καὶ ὑπόδειξόν μοι τὸν σὸν θεράποντα Βαρλαάμ. ὑπόδειξόν μοι τὸν ἐμοὶ σωτηρίας γενόμενον πρόξενον, ἵνα καὶ τοῦ ἐρημικοῦ βίου τούτου καὶ ἀσκητικοῦ δι’ αὐτοῦ τὴν ἀκρίβειαν μάθοιμι καὶ μὴ τῇ ἀπειρίᾳ τῶν πολέμων τοῦ ἐχθροῦ ὑποσκελισθῶ. δός μοι, Κύριε, τὴν ὁδὸν εὑοεῖν δι’ ἧς ἐπιτύχω σου, ὅτι τέτρωται ἡ ψυχή μου τῷ πόθῳ σου, καὶ σὲ διψῶ τὴν πηγὴν τῆς σωτηρίας. Ταῦτα ἔστρεφε καθ’ ἑαυτὸν ἀεί, καὶ τῷ Θεῷ διελέγετο, διὰ προσευχῆς αὐτῷ καὶ θεωρίας ὑψηλοτάτης ἑνούμενος. καὶ οὕτω συντόνως τὴν ὁδοιπορίαν διήνυε, τὸν χῶρον σπεύδων καταλαβεῖν, ἔνθα Βαρλαὰμ διῆγεν. ἐτρέφετο δὲ ταῖς φυομέναις βοτάναις κατὰ τὴν ἔρημον· οὐδὲν γὰρ ἄλλο ἐπεφέρετο, καθάπερ ἔφθην εἰπών, εἰ μὴ μόνον τὸ σῶμα τὸ ἴδιον καὶ τὸ ῥάκος ὃ περιεβέβλητο. Ἀλλὰ τροφὴν μὲν μετρίαν καὶ οὐδαμινὴν ἐκ τῶν βοτανῶν ποριζόμενος, ὕδατος παντελῶς ἠπόρει,